Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
  2. ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,
  3. ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου
  4. ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;
  5. Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
  6. φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν
  7. ἢ πατρὶ Πυθονίκῳ
  8. τό γέ νυν ἢ Θρασυδαίῳ·
  9. τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει.
  10. τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,
  11. Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
  12. ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις·