Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
  2. ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον
  3. ἀλλοτρίαισι γλώσσαις·
  4. κακολόγοι δὲ πολῖται.
  5. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·
  6. ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
  7. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
  8. ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
  9. μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων
  10. Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένον
  11. Στρόφιον ἐξίκετο, νέα κεφαλά,
  12. Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει
  13. πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
  14. ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,
  15. ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου
  16. ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;
  17. Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
  18. φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν
  19. ἢ πατρὶ Πυθονίκῳ
  20. τό γέ νυν ἢ Θρασυδαίῳ·