Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν
  2. τόδʼ ἔζευξεν ἅρμα Πιερίδων τετράορον,
  3. φιλέων φιλέοντʼ, ἄγων ἄγοντα προφρόνως.
  4. πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει
  5. καὶ νόος ὀρθός.
  6. ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτι
  7. ὑψοῦ φέροντι νόμον Θεσσαλῶν
  8. αὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνται
  9. πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.
  1. Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,
  2. Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,
  3. ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ
  4. ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων
  5. θησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας,
  6. Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,