Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
  2. ῥέζοντας· ὧν θαλίαις ἔμπεδον
  3. εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων
  4. χαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
  5. Μοῖσα δʼ οὐκ ἀποδαμεῖ
  6. τρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένων
  7. λυρᾶν τε βοαὶ καναχαί τʼ αὐλῶν δονέονται·
  8. δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.
  9. νόσοι δʼ οὔτε γῆρας οὐλόμενον κέκραται
  10. ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ
  11. οἰκέοισι φυγόντες
  12. ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ
  13. μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δʼ Ἀθάνα,
  14. ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα
  15. δρακόντων φόβαισιν ἤλυθε νασιώταις
  16. λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι
  17. θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται
  18. ἔμμεν ἄπιστον.
  19. κώπαν σχάσον, ταχὺ δʼ ἄγκυραν ἔρεισον χθονὶ
  20. πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.