Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
  2. πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
  3. γήραος ἀντίπαλον.
  4. Ἀΐδα τοι λάθεται
  5. ἄρμενα πράξαις ἀνήρ.
  6. ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
  7. χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
  8. ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
  9. ἔστι δὲ καί τι θανόντεσσιν μέρος
  10. κὰν νόμον ἐρδομένων·
  11. κατακρύπτει δʼ οὐ κόνις
  12. συγγόνων κεδνὰν χάριν.
  13. Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
  14. Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
  15. κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
  16. ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
  17. ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
  18. εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·
  19. ἀλλʼ ἀπήμαντον ἄγων βίοτον
  20. αὐτούς τʼ ἀέξοι καὶ πόλιν.