Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀρετὰν θυμῷ λαβεῖν,
  2. τῶν δὲ μόχθων ἀμπνοάν·
  3. ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
  4. ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,
  5. τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,
  6. ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·
  7. ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν
  8. ἀγαθῶν, πολλαὶ δʼ ὁδοὶ
  9. σὺν θεοῖς εὐπραγίας.
  10. Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος
  11. Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
  12. Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
  13. θῆκεν Ὀλυμπιονίκαν.
  14. ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων
  15. ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·
  16. ἔνθα σώτειρα Διὸς ξενίου
  17. πάρεδρος ἀσκεῖται Θέμις
  18. ἔξοχʼ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
  19. ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,
  20. δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν