Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
- δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρες
- ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,
- εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι
- μαιομένων μεγάλαν
- ἀρετὰν θυμῷ λαβεῖν,
- τῶν δὲ μόχθων ἀμπνοάν·
- ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
- ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,
- τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,
- ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·
- ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν
- ἀγαθῶν, πολλαὶ δʼ ὁδοὶ
- σὺν θεοῖς εὐπραγίας.
- Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος
- Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
- Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
- θῆκεν Ὀλυμπιονίκαν.
- ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων
- ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·