Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
  2. ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν
  3. καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν
  4. εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
  5. ἔχρεον. μὴ κρύπτε κοινὸν
  6. σπέρμʼ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
  7. θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
  8. ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.