Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἐστεφανώσατο δίς, κλεινᾷ τʼ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
- Νεμέᾳ τʼ ἄλλαν ἐπʼ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
- ὅ τʼ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τʼ ἐν Ἀρκαδίᾳ
- ἔργα καὶ Θήβαις, ἀγῶνές τʼ ἔννομοι
- Βοιωτίων,
- Πέλλανά τʼ Αἴγινά τε νικῶνθʼ ἑξάκις. ἐν Μεγάροισίν τʼ οὐχ ἕτερον λιθίνα
- ψᾶφος ἔχει λόγον. ἀλλʼ, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
- μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
- ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν
- καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν
- εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
- ἔχρεον. μὴ κρύπτε κοινὸν
- σπέρμʼ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
- θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
- ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.