Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
  2. ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
  3. ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·
  4. καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,
  5. ἁγνὸν θεόν.
  6. μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς
  7. εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
  8. πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
  9. ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
  10. χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν
  11. μὴ παρφάμεν,
  12. ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
  13. ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ
  14. ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
  15. νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
  16. πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
  17. ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
  18. παῖδας, ὧν εἷς μὲν Κάμειρον
  19. πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον,
  20. διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,