Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται
  2. σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
  3. τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν
  4. ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
  5. διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις
  6. Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν
  7. ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,
  8. εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
  9. εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
  10. νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
  11. οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον
  12. κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.
  1. ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ ὧραι
  2. ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μʼ ἔπεμψαν
  3. ὑψηλοτάτων μάρτυρʼ ἀέθλων.
  4. ξείνων δʼ εὖ πρασσόντων ἔσαναν αὐτίκʼ ἀγγελίαν
  5. ποτὶ γλυκεῖαν ἐσλοί.
  6. ἀλλʼ, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
  7. ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
  8. Οὐλυμπιονίκαν δέκευ