Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἀναξιφόρμιγγες ὕμνοι,
- τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;
- ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης
- ἀκρόθινα πολέμου·
- Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
- γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος,
- εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·
- καμόντες οἳ πολλὰ θυμῷ
- ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν
- ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων
- γνησίαις ἐπʼ ἀρεταῖς.
- ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
- ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
- εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον
- λοιπῷ γένει. τῶν δὲ πεπραγμένων
- ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂν
- χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·
- λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.
- ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει
- παλίγκοτον δαμασθέν,