Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳ
  2. κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ
  3. ἔν τε μελέταις ἀείδων ἔμολον,
  4. οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινυεία
  5. σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον
  6. Φερσεφόνας ἔλθʼ, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισʼ ἀγγελίαν,
  7. Κλεόδαμον ὄφρʼ ἰδοῖσʼ, υἱὸν εἴπῃς ὅτι οἱ νέαν
  8. κόλποις παρʼ εὐδόξοις Πίσας
  9. ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.