Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δʼ ἐν πρωτογόνῳ τελετᾷ
- παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν
- ὅ τʼ ἐξελέγχων μόνος
- ἀλάθειαν ἐτήτυμον
- χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,
- ὅπα τὰν πολέμοιο δόσιν
- ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδʼ ὅπως ἄρα
- ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ
- νικαφορίαισί τε.
- τίς δὴ ποταίνιον
- ἔλαχε στέφανον
- χείρεσσι ποσίν τε καὶ ἅρματι,
- ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
- σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον
- ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου
- Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·
- Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος,
- Τίρυνθα ναίων πόλιν·
- ἀνʼ ἵπποισι δὲ τέτρασιν