Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,
  2. τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
  3. ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,
  4. μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις
  5. ἁλίκεσσι συμπόταις
  6. νέκταρ ἀμβροσίαν τε
  7. δῶκεν, οἷσιν ἄφθιτον
  8. θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
  9. τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν
  10. μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
  11. πρὸς εὐάνθεμον δʼ ὅτε φυὰν
  12. λάχναι νιν μέλαν γένειον ἔρεφον.
  13. ἑτοῖμον ἀνεφρόντισεν γάμον
  14. Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν
  15. σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
  16. ἄπυεν βαρύκτυπον
  17. Εὐτρίαιναν· ὁ δʼ αὐτῷ
  18. πὰρ ποδὶ σχεδὸν φάνη.
  19. τῷ μὲν εἶπε· φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν
  20. τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,