On Hunting

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἐπειδὰν δὲ ἴδῃ αὐτόν, προσιέναι ἐγγύς. ὁ δʼ ἕξει ἀτρέμα πιέσας ἑαυτὸν ἐπὶ γῆν καὶ ἐάσει ἀνελέσθαι, ἐὰν μὴ ἐφυσμένος ᾖ, βοῶν μέγα. τούτου δὲ γενομένου οὐ μενεῖ· ταχὺ γὰρ τὸ ὑγρόν, ὃ ἔχει ἐν ἑαυτῷ, ὑπὸ τοῦ ψυχροῦ συνιστάμενον ποιεῖ ἀποχωρεῖν αὐτόν.

ἁλώσεται δὲ ὑπὸ τῶν κυνῶν σὺν πόνῳ διωκόμενος· λαβόντα δὲ δοῦναι τῷ ἀρκυωρῷ· ὁ δὲ βοήσεται· ἡ δʼ ἔλαφος τὰ μὲν ἰδοῦσα, τὰ δʼ ἀκούσασα, ἐπιδραμεῖται τῷ ἔχοντι αὐτὸν ζητοῦσα ἀφελέσθαι.

ἐν δὲ τούτῳ τῷ καιρῷ ἐγκελεύειν ταῖς κυσὶ καὶ χρῆσθαι τοῖς ἀκοντίοις. κρατήσαντα δὲ τούτου πορεύεσθαι καὶ ἐπὶ τοὺς ἄλλους καὶ τῷ αὐτῷ εἴδει πρὸς αὐτοὺς χρῆσθαι τῆς θήρας. καὶ οἱ μὲν νέοι τῶν νεβρῶν οὕτως ἁλίσκονται·

οἱ δὲ ἤδη μεγάλοι χαλεπῶς· νέμονται γὰρ μετὰ τῶν μητέρων καὶ ἑτέρων ἐλάφων· καὶ ἀποχωροῦσιν, ὅταν διώκωνται, ἐν μέσαις, ὁτὲ δὲ πρόσθεν, ἐν δὲ τῷ ὄπισθεν ὀλιγάκις.

αἱ δʼ ἔλαφοι τὰς κύνας ὑπὲρ αὐτῶν ἀμυνόμεναι καταπατοῦσιν, ὥστʼ οὐκ εὐάλωτοί εἰσιν, ἐὰν μὴ προσμείξας τις εὐθὺς διασκεδάσῃ αὐτὰς ἀπʼ ἀλλήλων, ὥστε μονωθῆναί τινα αὐτῶν.

βιασθεῖσαι δὲ τοῦτο, τὸν μὲν πρῶτον δρόμον αἱ κύνες ἀπολείπονται· ἥ τε γὰρ ἀπουσία τῶν ἐλάφων ποιεῖ αὐτὸν περίφοβον, τό τε τάχος οὐδενὶ ἐοικός ἐστι τῶν τηλικούτων νεβρῶν· δευτέρῳ δὲ καὶ τρίτῳ δρόμῳ ταχὺ ἁλίσκονται· τὰ γὰρ σώματα αὐτῶν διὰ τὸ ἔτι νεαρὰ εἶναι τῷ πόνῳ οὐ δύναται ἀντέχειν.

ἵστανται δὲ καὶ ποδοστράβαι ταῖς ἐλάφοις ἐν τοῖς ὄρεσι, περὶ τοὺς λειμῶνας καὶ τὰ ῥεῖθρα καὶ τὰς νάπας, ἐν ταῖς διόδοις καὶ τοῖς ἔργοις πρὸς ὅ τι ἂν προσίῃ.

χρὴ δὲ εἶναι τὰς ποδοστράβας σμίλακος πεπλεγμένας, μὴ περιφλοίους, ἵνα μὴ σήπωνται, τὰς δὲ στεφάνας εὐκύκλους ἐχούσας, καὶ τοὺς ἥλους ἐναλλὰξ σιδηροῦς τε καὶ ξυλίνους ἐγκαταπεπλεγμένους ἐν τῷ πλοκάνῳ· μείζους δὲ τοὺς σιδηροῦς, ὅπως ἂν οἱ μὲν ξύλινοι ὑπείκωσι τῷ ποδί, οἱ δὲ πιέζωσι.

τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα· ἔστι γὰρ ἀσηπτότατον τοῦτο. ὁ δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου, μέγεθος τρισπίθαμον, περίφλοιον, πάχος παλαιστῆς.

ἱστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον, περιφερὲς δὲ τοῦτο, καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν, εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῇ σειρίδι καὶ τῷ ξύλῳ τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν.

ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον, περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου, τῇ στέγῃ ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω, ἐπὶ δὲ τούτων πέταλα λεπτά, ὧν ἂν ἡ ὥρα ᾖ.

μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν ἐπʼ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης, δυσωπεῖται·