On Hunting

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

σκυλακεύειν δὲ αὐτὰς ἐπανιέντα τῶν πόνων τοῦ χειμῶνος, ἵνα ἔχουσαι τὴν ἡσυχίαν πρὸς τὸ ἔαρ ἐπάγωνται τὴν φύσιν γενναίαν· ἡ γὰρ ὥρα πρὸς τὰς αὐξήσεις τῶν κυνῶν κρατίστη αὕτη· εἰσὶ δὲ τέτταρες καὶ δέκα ἡμέραι ἐν αἷς ἡ ἀνάγκη αὕτη ἔχει.

ἄγειν δὲ καταπαυομένας, ἵνα θᾶττον ἐγκύμονες γίγνωνται, πρὸς κύνας ἀγαθούς· ἐπειδὰν δὲ ὦσιν ἐπίφοροι, μὴ ἐξάγειν ἐπὶ κυνηγέσιον ἐνδελεχῶς, ἀλλὰ διαλείπειν, ἵνα μὴ φιλοπονίᾳ διαφθείρωσι. κύουσι δʼ ἑξήκονθʼ ἡμέρας.

ἐπειδὰν δὲ γένηται τὰ σκυλάκια, ὑπὸ τῇ τεκούσῃ ἐᾶν καὶ μὴ ὑποβάλλειν ὑφʼ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα καὶ φίλαι αἱ περιβολαί.

ἐπειδὰν δὲ πλανᾶται τὰ σκυλάκια ἤδη, διδόναι γάλα μέχρι ἐνιαυτοῦ καὶ οἷς μέλλει τὸν ἅπαντα χρόνον βιώσεσθαι, ἄλλο δὲ μηδέν· αἱ γὰρ βαρεῖαι πλησμοναὶ τῶν σκυλακίων διαστρέφουσι τὰ σκέλη, τοῖς σώμασι νόσους ἐμποιοῦσι, καὶ τὰ ἐντὸς ἄδικα γίγνεται.

τὰ δʼ ὀνόματα αὐταῖς τίθεσθαι βραχέα, ἵνα εὐανάκλητα ᾖ. εἶναι δὲ χρὴ τοιάδε· ψυχή, Θυμός, Πόρπαξ, Στύραξ, Λογχή, Λόχος, Φρουρά, Φύλαξ, Τάξις, Ξίφων, Φόναξ, Φλέγων, Ἀλκή, Τεύχων, Ὑλεύς, Μήδας, Πόρθων, Σπέρχων, Ὀργή, Βρέμων, Ὕβρις, Θάλλων, Ῥώμη, Ἀνθεύς, Ἥβα, Γηθεύς, Χαρά, Λεύσων, Αὐγώ, Πολεύς, Βία, Στίχων, Σπουδή, Βρύας, Οἰνάς, Στέρρος, Κραύγη, Καίνων, Τύρβας, Σθένων, Αἰθήρ, Ἀκτίς, Αἰχμή, Νόης, Γνώμη, Στίβων, Ὁρμή.

ἄγειν δὲ τὰς σκύλακας ἐπὶ τὸ κυνηγέσιον, τὰς μὲν θηλείας ὀκταμήνους, τοὺς δὲ ἄρρενας δεκαμήνους· πρὸς δὲ τὰ ἴχνη τὰ εὐναῖα μὴ λύειν, ἀλλʼ ἔχοντα ὑφημμένας μακροῖς ἱμᾶσιν ἀκολουθεῖν ταῖς κυσὶν ἰχνευούσαις, ἐῶντα αὐτὰς διαθεῖν τὰ ἴχνη.