On Hunting

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

καὶ ἤδη τινὲς τῶν τοιούτων πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο· ἀεὶ γὰρ ἔστι τοῖς τὰ σώματα καὶ τὰς ψυχὰς εὖ ἔχουσιν ἐγγὺς εἶναι τοῦ εὐτυχῆσαι.

εἰδότες δὲ καὶ οἱ πρόγονοι ἡμῶν ὅτι ἐντεῦθεν ηὐτύχουν πρὸς τοὺς πολεμίους, ἐπιμέλειαν τῶν νέων ἐποιήσαντο· σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων ἀγρεύειν·

πρὸς δὲ τούτῳ μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων, ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην. ἑώρων γὰρ ὅτι τῶν νεωτέρων ἡ ἡδονὴ μόνη αὕτη πλεῖστα ἀγαθὰ παρασκευάζει. σώφρονάς τε γὰρ ποιεῖ καὶ δικαίους διὰ τὸ ἐν τῇ ἀληθείᾳ παιδεύεσθαι.

τά τε ἄλλα γὰρ καὶ τὰ τοῦ πολέμου διὰ τούτων εὐτυχοῦντες ᾐσθάνοντο· καὶ τῶν ἄλλων εἴ τι βούλονται ἐπιτηδεύειν καλῶν οὐδενὸς ἀποστερεῖ ὥσπερ ἕτεραι κακαὶ ἡδοναί, ἃς οὐ χρὴ μανθάνειν. ἐκ τῶν τοιούτων οὖν στρατιῶταί τε ἀγαθοὶ καὶ στρατηγοὶ γίγνονται.