On Hunting

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται εἶναι ὑπάγειν τὸ κυνηγέσιον, λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν, τὰς δʼ ἄλλας ἔχοντας δεδεμένας, συμπεριιέναι τῇ κυνί.

ἐπειδὰν δὲ λάβῃ αὐτοῦ τὰ ἴχνη, ἕπεσθαι ἑξῆς τῇ ἰχνεύσει ἡγουμένῃ τοὺς ἀκολουθοῦντας σαφῶς. ἔσται δὲ καὶ τοῖς κυνηγέταις πολλὰ δῆλα αὐτοῦ, ἐν μὲν τοῖς μαλακοῖς τῶν χωρίων τὰ ἴχνη, ἐν δὲ τοῖς λασίοις τῆς ὕλης κλάσματα· ὅπου δʼ ἂν δένδρα ᾖ, πληγαὶ τῶν ὀδόντων.

ἡ δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται ἐπὶ τόπον ὑλώδη ἰχνεύουσα. κατακλίνεται γὰρ τὸ θηρίον ὡς ἐπὶ τὸ πολὺ εἰς τοιαῦτα· τοῦ μὲν γὰρ χειμῶνός ἐστιν ἀλεεινά, τοῦ δὲ θέρους ψυχεινά. ἐπειδὰν δʼ ἀφίκηται ἐπὶ τὴν εὐνήν, ὑλακτεῖ·

ὁ δʼ οὐκ ἀνίσταται ὡς τὰ πολλά. λαβόντα οὖν τὴν κύνα καὶ ταύτην μετὰ τῶν ἄλλων δῆσαι ἄπωθεν ἀπὸ τῆς εὐνῆς πολὺ καὶ εἰς τοὺς ὅρμους ἐμβαλέσθαι τὰς ἄρκυς, ἐπιβάλλοντα τοὺς βρόχους ἐπὶ ἀποσχαλιδώματα τῆς ὕλης δίκρα τῆς δὲ ἄρκυος αὐτῆς μακρὸν προήκοντα κόλπον ποιεῖν, ἀντηρίδας ἔνδοθεν ἑκατέρωθεν ὑφιστάντα κλῶνας, ὅπως ἂν εἰς τὸν κόλπον διὰ τῶν βρόχων αἱ αὐγαὶ τοῦ φέγγους ὡς μάλιστα ἐνέχωσιν, ἵνα προσθέοντι ὡς φανότατον ᾖ τὸ ἔσω· καὶ τὸν περίδρομον ἐξάπτειν ἀπὸ δένδρου ἰσχυροῦ, καὶ μὴ ἐκ ῥάχου· οὐκ ἰσχυραὶ γὰρ ἐν τοῖς ψιλοῖς αἱ ῥᾶχοι. ὑπὲρ δὲ ἑκάστην ἐμφράττειν τῇ ὕλῃ καὶ τὰ δύσορμα, ἵνα εἰς τὰς ἄρκυς ποιῆται τὸν δρόμον καὶ μὴ ἐξαλλάττῃ.