On the Art of Horsemanship

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἐπεὶ δὲ δεῖ ἐν παντοίοις τε χωρίοις τὸν ἱππέα ἀνὰ κράτος ἐλαύνοντα ἔποχον εἶναι καὶ ἀπὸ τοῦ ἵππου τοῖς ὅπλοις καλῶς δύνασθαι χρῆσθαι, ὅπου μέν ἐστι χωρία ἐπιτήδεια καὶ θηρία, ἄμεμπτος ἡ ἐν θήραις μελέτη τῆς ἱππικῆς· ὅπου δὲ ταῦτα μὴ ὑπάρχει, ἀγαθὴ ἄσκησις καὶ ἢν δύο ἱππότα συνθεμένω ὁ μὲν φεύγῃ ἐπὶ τοῦ ἵππου παντοῖα χωρία καὶ τὸ δόρυ εἰς τοὔπισθεν μεταβαλόμενος ὑποχωρῇ, ὁ δὲ διώκῃ ἐσφαιρωμένα τε ἔχων ἀκόντια καὶ δόρυ ὡσαύτως πεπραγματευμένον, καὶ ὅπου μὲν ἂν εἰς ἀκόντιον ἀφικνῆται, ἀκοντίζῃ τὸν φεύγοντα τοῖς σφαιρωτοῖς, ὅπου δʼ ἂν εἰς δόρατος πληγήν, τῷ δόρατι παίῃ τὸν ἁλισκόμενον.

ἀγαθὸν δὲ κἄν ποτε συμπέσωσιν, ἑλκύσαντα ἐφʼ ἑαυτὸν τὸν πολέμιον ἐξαίφνης ἀπῶσαι· τοῦτο γὰρ καταβλητικόν. ὀρθῶς δὲ ἔχει καὶ τῷ ἑλκομένῳ ἐπελαύνειν τὸν ἵππον· τοῦτο γὰρ ποιῶν ὁ ἑλκόμενος καταβάλοι ἂν μᾶλλον τὸν ἕλκοντα ἢ καταπέσοι.

ἢν δέ ποτε καὶ στρατοπέδου ἀντικαθημένου ἀνθιππεύωσιν ἀλλήλοις, καὶ διώκωσι μὲν μέχρι τῆς πολεμίας φάλαγγος τοὺς ἀντίους, φεύγωσι δὲ μέχρι τῆς φιλίας, ἀγαθὸν καὶ ἐνταῦθα ἐπίστασθαι ὅτι ἕως μὲν ἂν παρὰ τοὺς φίλους τις ᾖ, καλὸν καὶ ἀσφαλὲς τὸ ἐν πρώτοις ἀναστρέψαντα ἀνὰ κράτος ἐπικεῖσθαι, ὅταν δʼ ἐγγὺς τῶν ἐναντίων γίγνηται, ὑποχείριον τὸν ἵππον ἔχειν. οὕτω γὰρ ἂν ὡς τὸ εἰκὸς μάλιστα δύναιτο βλάπτων τοὺς ἐναντίους μὴ βλάπτεσθαι ὑπʼ αὐτῶν.

ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγῳ διδάσκειν ἃ δεῖ ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγῳ μὲν οὐδὲν ἂν διδάξαις· ἢν δὲ ὅταν μὲν ποιήσῃ ὡς ἂν βούλοιο, ἀντιχαρίσῃ τι αὐτῷ, ὅταν δὲ ἀπειθῇ, κολάζῃς, οὕτω μάλιστʼ ἂν μάθοι τὸ δέον ὑπηρετεῖν.

καὶ ἔστι μὲν τοῦτο ἐν βραχεῖ εἰπεῖν, διʼ ὅλης δὲ τῆς ἱππικῆς παρακολουθεῖ. καὶ γὰρ χαλινὸν μᾶλλον ἂν λαμβάνοι, εἰ ὁπότε δέξαιτο ἀγαθόν τι αὐτῷ ἀποβαίνοι· καὶ διαπηδῴη δʼ ἂν καὶ ἐξάλλοιτο καὶ τἆλλα πάντα ὑπηρετοίη ἄν, εἰ προσδοκῴη, ὁπότε τὰ σημαινόμενα πράξειε, ῥᾳστώνην τινά.

καὶ τὰ μὲν δὴ εἰρημένα ταῦτʼ ἐστίν, ὡς ἂν ἥκιστα μὲν ἐξαπατῷτο καὶ πῶλον καὶ ἵππον ὠνούμενος, ἥκιστα δʼ ἂν διαφθείροι χρώμενος, μάλιστα δʼ ἂν ἵππον ἀποδεικνύοι, εἰ δέοι, ἔχοντα ὧν ἱππεὺς δεῖται εἰς πόλεμον. καιρὸς δʼ ἴσως γράψαι καί, εἴ ποτε συμβαίη θυμοειδεστέρῳ ἵππῳ τοῦ καιρίου χρῆσθαι ἢ βλακωδεστέρῳ, ὡς ἂν ὀρθότατα ἑκατέρῳ χρῷτο.

πρῶτον μὲν τοίνυν χρὴ τοῦτο γνῶναι, ὅτι ἐστὶ θυμὸς ἵππῳ ὅπερ ὀργὴ ἀνθρώπῳ. ὥσπερ οὖν ἄνθρωπον ἥκιστʼ ἂν ὀργίζοι τις ὁ μήτε λέγων χαλεπὸν μηδὲν μήτε ποιῶν, οὕτω καὶ ἵππον θυμοειδῆ ὁ μὴ ἀνιῶν ἥκιστʼ ἂν ἐξοργίζοι.

εὐθὺς μὲν οὖν χρὴ ἐν τῇ ἀναβάσει ἐπιμελεῖσθαι ὡς ἂν ἥκιστʼ ἀναβαίνων λυποίη· ἐπειδὰν δὲ ἀναβῇ, ἠρεμήσαντα πλείω χρόνον ἢ τὸν ἐπιτυχόντα οὕτω προκινεῖν αὐτὸν ὡς πρᾳοτάτοις σημείοις· ἔπειτα δʼ ἐκ τοῦ βραδυτάτου ἀρχόμενον οὕτως αὖ εἰς τὸ θᾶττον προάγειν, ὡς ἂν μάλιστα λανθάνοι αὑτὸν ὁ ἵππος εἰς τὸ ταχὺ ἀφικνούμενος.

ὅ τι δʼ ἂν ἐξαίφνης σημήνῃ, θυμοειδῆ ἵππον ὥσπερ ἄνθρωπον ταράττει τὰ ἐξαπίναια καὶ ὁράματα καὶ ἀκούσματα καὶ παθήματα. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν ἵππῳ τὰ ἐξαπίναια τάραχον ἐξεργάζεται.

ἢν δὲ καὶ εἰς τὸ θᾶττον ὁρμώμενον τοῦ καιροῦ ὑπολαμβάνειν βούλῃ τὸν θυμοειδῆ, οὐ δεῖ ἐξαπιναίως σπᾶν, ἀλλʼ ἠρεμαίως προσάγεσθαι τῷ χαλινῷ, πραΰνοντα, οὐ βιαζόμενον ἠρεμεῖν.

καὶ αἵ τε μακραὶ ἐλάσεις μᾶλλον ἢ αἱ πυκναὶ ἀποστροφαὶ πραΰνουσι τοὺς ἵππους, καὶ αἱ ἡσυχαῖαι μέν, πολυχρόνιοι δὲ καθέψουσι καὶ πραΰνουσι καὶ οὐκ ἀνεγείρουσι τὸν θυμοειδῆ.

εἰ δέ τις οἴεται, ἢν ταχὺ καὶ πολλὰ ἐλαύνηται, ἀπειπεῖν ποιήσας τὸν ἵππον πραυνεῖν, τἀναντία γιγνώσκει τοῦ γιγνομένου. ἐν γὰρ τοῖς τοιούτοις ὁ θυμοειδὴς καὶ ἄγειν βίᾳ μάλιστα ἐπιχειρεῖ καὶ σὺν τῇ ὀργῇ, ὥσπερ ἄνθρωπος ὀργίλος, πολλάκις καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην πολλὰ ἀνήκεστα ἐποίησεν.

ἐπιλαμβάνειν δὲ χρὴ ἵππον θυμοειδῆ καὶ τότε τοῦ εἰς τὸ τάχιστον ὁρμᾶν, τοῦ δὲ δὴ παραβάλλειν ἵππῳ καὶ παντάπασιν ἀπέχεσθαι· σχεδὸν γὰρ οἱ θυμοειδέστατοι καὶ φιλονικότατοι τῶν ἵππων γίγνονται.

καὶ χαλινοὶ δὲ οἱ λεῖοι ἐπιτηδειότεροι τῶν τραχέων. ἐὰν δὲ καὶ τραχὺς ἐμβληθῇ, τῇ χαλαρότητι λείῳ δεῖ αὐτὸν ἀφομοιοῦν. ἀγαθὸν δὲ ἐθίζειν αὑτὸν καὶ τὸ ἠρεμεῖν, μάλιστα ἐπὶ θυμοειδοῦς ἵππου, καὶ τὸ ὡς ἥκιστα ἄλλῳ τινὶ ἅπτεσθαι ἢ οἷς τοῦ καθῆσθαι ἀσφαλῶς ἕνεκα ἁπτόμεθα.

εἰδέναι δὲ χρὴ ὅτι δίδαγμά τί ἐστι καὶ τὸ ποππυσμῷ μὲν πραΰνεσθαι, κλωσμῷ δὲ ἐγείρεσθαι, καὶ εἴ τις ἐξ ἀρχῆς ἐπὶ μὲν κλωσμῷ τὰ πραέα, ἐπὶ δὲ ποππυσμῷ τὰ χαλεπὰ προσφέροι, μάθοι ἂν ὁ ἵππος ποππυσμῷ μὲν ἐγείρεσθαι, κλωσμῷ δὲ πραΰνεσθαι.

οὕτως οὖν δεῖ καὶ παρὰ κραυγὴν καὶ παρὰ σάλπιγγα μήτʼ αὐτὸν φαίνεσθαι τεθορυβημένον τῷ ἵππῳ μήτε μὴν ἐκείνῳ θορυβῶδες μηδὲν προσφέρειν, ἀλλʼ εἰς τὸ δυνατὸν καὶ ἀναπαύειν ἐν τῷ τοιούτῳ καὶ ἄριστα καὶ δεῖπνα, εἰ ἐγχωροίη, προσφέρειν.

κάλλιστον δὲ συμβούλευμα τὸ ἄγαν θυμοειδῆ ἵππον μὴ κτᾶσθαι εἰς πόλεμον. βλᾶκα γε μὴν ἵππον ἀρκεῖν μοι δοκεῖ γράψαι πάντα τἀναντία ποιεῖν ὅσων τῷ θυμοειδεῖ χρῆσθαι συμβουλεύομεν.