On the Art of Horsemanship

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἀγαθὸν δὲ μὴ ἄπειρον εἶναι εἰ καὶ πληγῇ ἐγερθεὶς ἐθέλει ὁμοίως πείθεσθαι. ἄχρηστον μὲν γὰρ δήπου καὶ οἰκέτης καὶ στράτευμα ἀπειθές· ἵππος δὲ ἀπειθὴς οὐ μόνον ἄχρηστος, ἀλλὰ πολλάκις καὶ ὅσαπερ προδότης διαπράττεται.

ἐπεὶ δὲ πολεμιστήριον ἵππον ὑπεθέμεθα ὠνεῖσθαι, ληπτέον πεῖραν ἁπάντων ὅσωνπερ καὶ ὁ πόλεμος πεῖραν λαμβάνει. ἔστι δὲ ταῦτα, τάφρους διαπηδᾶν, τειχία ὑπερβαίνειν, ἐπʼ ὄχθους ἀνορούειν, ἀπʼ ὄχθων καθάλλεσθαι· καὶ πρὸς ἄναντες δὲ καὶ κατὰ πρανοῦς καὶ πλάγια ἐλαύνοντα πεῖραν λαμβάνειν· πάντα γὰρ ταῦτα καὶ τὴν ψυχὴν εἰ καρτερὰ καὶ τὸ σῶμα εἰ ὑγιὲς δοκιμάζει.

οὐ μέντοι τὸν μὴ καλῶς πάνυ ταῦτα ποιοῦντα ἀποδοκιμαστέον. πολλοὶ γὰρ οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ ἄπειροι εἶναι τούτων ἐλλείπονται. μαθόντες δὲ καὶ ἐθισθέντες καὶ μελετήσαντες καλῶς ἂν ταῦτα πάντα ποιοῖεν, εἴ γʼ ἄλλως ὑγιεῖς καὶ μὴ κακοὶ εἶεν.

τούς γε μέντοι ὑπόπτας φύσει φυλακτέον. οἱ γὰρ ὑπέρφοβοι βλάπτειν μὲν τοὺς πολεμίους ἀφʼ ἑαυτῶν οὐκ ἐῶσι, τὸν δὲ ἀναβάτην ἔσφηλάν τε πολλάκις καὶ εἰς τὰ χαλεπώτατα ἐνέβαλον.

δεῖ δὲ καὶ εἴ τινα χαλεπότητα ἔχοι ὁ ἵππος καταμανθάνειν, εἴτε πρὸς ἵππους εἴτε πρὸς ἀνθρώπους, καὶ εἰ δυσγάργαλίς γε εἴη· πάντα γὰρ ταῦτα χαλεπὰ τοῖς κεκτημένοις γίγνεται.