On the Art of Horsemanship

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ὅπως μέντοι πρᾷός τε καὶ χειροήθης καὶ φιλάνθρωπος ὁ πῶλος ἐκδιδῶται τῷ πωλοδάμνῃ ἐπιμελητέον. τὸ γὰρ τοιοῦτον οἴκοι τε τὰ πλεῖστα καὶ διὰ τοῦ ἱπποκόμου ἀποτελεῖται, ἢν ἐπίστηται τὸ μὲν πεινῆν καὶ διψῆν καὶ μυωπίζεσθαι παρασκευάζειν μετʼ ἐρημίας γίγνεσθαι τῷ πώλῳ, τὸ δὲ φαγεῖν καὶ πιεῖν καὶ τὸ τῶν λυπούντων ἀπαλλάττεσθαι διʼ ἀνθρώπων. τούτων γὰρ γιγνομένων ἀνάγκη μὴ μόνον φιλεῖσθαι ἀλλὰ καὶ ποθεῖσθαι ὑπὸ πώλων ἀνθρώπους.

καὶ ἅπτεσθαι δὲ χρὴ ὧν ψηλαφωμένων ὁ ἵππος μάλιστα ἥδεται. ταῦτα δʼ ἐστὶ τά τε λασιώτατα καὶ οἷς αὐτὸς ἥκιστʼ ἂν δύναιτο ὁ ἵππος, ἤν τι λυπῇ αὐτόν, ἐπικουρεῖν.

προστετάχθω δὲ τῷ ἱπποκόμῳ καὶ τὸ διʼ ὄχλου διάγειν καὶ παντοδαπαῖς μὲν ὄψεσι παντοδαποῖς δὲ ψόφοις πλησιάζειν. τούτων δέ, ὅσα ἂν ὁ πῶλος φοβῆται, οὐ χαλεπαίνοντα δεῖ ἀλλὰ πραΰνοντα διδάσκειν ὅτι οὐ δεινά ἐστι. καὶ περὶ μὲν πωλείας ἀρκεῖν μοι δοκεῖ τῷ ἰδιώτῃ εἰπεῖν τοσαῦτα πράττειν.

ὅταν γε μὴν ἱππαζόμενον ὠνῆταί τις, ὑπομνήματα γράψομεν ἃ δεῖ καταμανθάνειν τὸν μέλλοντα μὴ ἐξαπατᾶσθαι ἐν ἱππωνίᾳ. πρῶτον μὲν τοίνυν μὴ λαθέτω αὐτὸν τίς ἡ ἡλικία· ὁ γὰρ μηκέτι ἔχων γνώμονας οὔτʼ ἐλπίσιν εὐφραίνει οὔτε ὁμοίως εὐαπάλλακτος γίγνεται.

ὁπότε δὲ ἡ νεότης σαφής, δεῖ αὖ μὴ λαθεῖν πῶς μὲν εἰς τὸ στόμα δέχεται τὸν χαλινόν, πῶς δὲ περὶ τὰ ὦτα τὴν κορυφαίαν. ταῦτα δʼ ἥκιστʼ ἂν λανθάνοι, εἰ ὁρῶντος μὲν τοῦ ὠνουμένου ἐμβάλλοιτο ὁ χαλινός, ὁρῶντος δʼ ἐξαιροῖτο.