On the Cavalry Commander

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

καὶ μὴν τό γʼ ἐν πολέμῳ νικᾶν πολλῷ ἐνδοξότερον ἢ πυγμῇ· μετέχει μὲν γάρ τι καὶ ἡ πόλις ταύτης τῆς δόξης· ὡς δὲ τὰ πολλὰ ἐπὶ τῇ τοῦ πολέμου νίκῃ καὶ εὐδαιμονίᾳ οἱ θεοὶ τὰς πόλεις στεφανοῦσιν, ὥστʼ οὐκ οἶδʼ ἔγωγε τί προσήκει ἄλλʼ ἄττα μᾶλλον ἀσκεῖσθαι ἢ τὰ πολεμικά.

ἐννοεῖν δὲ χρὴ ὅτι καὶ οἱ κατὰ θάλατταν λῃσταὶ διὰ τὸ πονεῖν ἠσκηκέναι δύνανται ζῆν καὶ ἀπὸ τῶν πολὺ κρειττόνων. προσήκει γε μὴν καὶ κατὰ γῆν οὐ τοῖς καρπουμένοις τὰ ἑαυτῶν ἀλλὰ τοῖς στερισκομένοις τῆς τροφῆς λῄζεσθαι· ἢ γὰρ ἐργαστέον ἢ ἀπὸ τῶν εἰργασμένων θρεπτέον· ἄλλως δʼ οὐ ῥᾴδιον οὔτε βιοτεύειν οὔτε εἰρήνης τυχεῖν.

μεμνῆσθαι δὲ κἀκεῖνο χρή, μήποτε ἐπὶ τοὺς κρείττους ἐλαύνειν ὄπισθεν ἵπποις δύσβατα ποιούμενον· οὐ γὰρ ὅμοιον φεύγοντι καὶ διώκοντι σφαλῆναι.

ἔτι δὲ βούλομαι ὑπομνῆσαι καὶ τόδε φυλάττεσθαι. εἰσὶ γάρ τινες οἵ, ὅταν μὲν ἴωσιν ἐπὶ τούτους ὧν ἂν οἴωνται κρείττους εἶναι, παντάπασιν ἀσθενεῖ δυνάμει ἔρχονται, ὥστε πολλάκις ἔπαθον ἃ ᾤοντο ποιήσειν· ὅταν δʼ ἐπὶ τούτους ὧν ἂν σαφῶς ἐπίστωνται ἥττους ὄντες, πᾶσαν ὅσην ἂν ἔχωσι δύναμιν ἄγουσιν.

ἐγὼ δέ φημι χρῆναι τἀναντία τούτων ποιεῖν· ὅταν μὲν κρατήσειν οἰόμενος ἄγῃ, μὴ φείδεσθαι τῆς δυνάμεως ὅσην ἂν ἔχῃ· τὸ γὰρ πολὺ νικᾶν οὐδενὶ πώποτε μεταμέλειαν παρέσχεν·

ὅταν δὲ τοῖς πολὺ κρείττοσιν ἐπιχειρῇ καὶ προγιγνώσκῃ ὅτι ποιήσαντα ὅ τι ἂν δύνηται φευκτέον ἐστίν, εἰς τὰ τοιαῦτά φημι πολὺ κρεῖττον εἶναι ὀλίγους ἢ πάντας προσάγειν, τοὺς μέντοι ἀπειλεγμένους καὶ ἵππους καὶ ἄνδρας τοὺς κρατίστους. τοιοῦτοι γὰρ ὄντες καὶ ποιῆσαι ἄν τι καὶ ἀποχωρῆσαι ἀσφαλέστερον ἂν δύναιντο.

ὅταν δὲ πρὸς τοὺς κρείττους πάντας προσαγαγὼν ἀποχωρεῖν βούληται, ἀνάγκη τοὺς μὲν ἐπὶ τῶν βραδυτάτων ἵππων ἁλίσκεσθαι, τοὺς δὲ καὶ διʼ ἀφιππίαν πίπτειν, τοὺς δὲ διὰ δυσχωρίας ἀπολαμβάνεσθαι· καὶ γὰρ πολὺν τόπον χαλεπὸν εὑρεῖν οἷον ἄν τις εὔξαιτο.

ὑπό γε μὴν τοῦ πλήθους καὶ συμπίπτοιεν ἂν καὶ ἐμποδίζοντες πολλὰ ἂν ἀλλήλους κακουργοῖεν. οἱ δʼ ἀγαθοὶ ἵπποι καὶ ἱππεῖς δυνατοὶ καὶ ἐξ αὐτῶν διαφεύγειν ἄλλως τε ἂν καὶ μηχανᾶταί τις τοῖς διώκουσι φόβον ἀπὸ τῶν περιττῶν ἱππέων.

σύμφορον δʼ εἰς τοῦτο καὶ αἱ ψευδενέδραι· χρήσιμον δὲ κἀκεῖνο, τὸ εὑρίσκειν πόθεν ἂν οἱ φίλοι ἐξ ἀσφαλοῦς ἐπιφαινόμενοι βραδυτέρους τοὺς διώκοντας παρέχοιεν.

ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὡς πόνοις καὶ τάχει οἱ ὀλίγοι τῶν πολλῶν πολὺ μᾶλλον ἢ οἱ πολλοὶ τῶν ὀλίγων περιγίγνοιντʼ ἄν. καὶ οὐ λέγω ὡς διὰ τὸ ὀλίγοι εἶναι καὶ πονεῖν μᾶλλον δυνήσονται καὶ θάττους ἔσονται, ἀλλʼ ὅτι ῥᾷον εὑρεῖν ὀλίγους ἢ πολλοὺς τοὺς καὶ τῶν ἵππων ἐπιμελησομένους ὡς δεῖ καὶ αὐτοὺς φρονίμως μελετήσοντας τὴν ἱππικήν.

ἢν δέ ποτε συμβαίνῃ ἀγωνίζεσθαι πρὸς παραπλησίους ἱππέας, ἐγὼ μὲν οἶμαι οὐκ ἂν χεῖρον εἶναι εἴ τις δύο τάξεις ἐκ τῆς φυλῆς ποιήσειεν, καὶ τῆς μὲν ὁ φύλαρχος ἡγοῖτο,

τῆς δὲ ἄλλης ὅστις ἄριστος δοκοίη εἶναι, οὗτος δὲ τέως μὲν ἕποιτο κατʼ οὐρὰν τῆς μετὰ τοῦ φυλάρχου τάξεως, ἐπεὶ δʼ ἐγγὺς ἤδη εἶεν οἱ ἀντίπαλοι, ἀπὸ παραγγέλσεως παρελαύνοι ἐπὶ τοὺς πολεμίους. οὕτω γὰρ οἶμαι καὶ ἐκπληκτικωτέρους τοῖς ἐχθροῖς ἂν εἶναι καὶ δυσμαχωτέρους.

εἰ δὲ καὶ πεζοὺς ἔχοιεν ἑκάτεροι, καὶ οὗτοι ἀποκεκρυμμένοι ὄπισθεν τῶν ἱππέων, ἐξαπίνης δὲ παραφαινόμενοι καὶ ὁμόσε ἰόντες δοκοῦσιν ἄν μοι τὴν νίκην πολὺ μᾶλλον κατεργάζεσθαι. ὁρῶ γὰρ τὰ παράδοξα ἢν μὲν ἀγαθὰ ᾖ, μᾶλλον εὐφραίνοντα τοὺς ἀνθρώπους, ἢν δὲ δεινά, μᾶλλον ἐκπλήττοντα.

ταῦτα δὲ γνοίη ἄν τις μάλιστα ἐνθυμούμενος ὡς οἵ τε ἐνέδραις ἐμπίπτοντες ἐκπλήττονται, καὶ ἐὰν πολὺ πλείους ὦσι, καὶ ὅταν πολέμιοι ἀλλήλοις ἀντικάθωνται, ὡς πολὺ ταῖς πρώταις ἡμέραις φοβερώτατα ἔχουσιν.