On the Cavalry Commander

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

τὰ οὖν τοιαῦτα ἁμαρτήματα οὐ χρὴ παριέναι ἀκόλαστα (εἰ δὲ μή, ὅλη ἡ χώρα στρατόπεδον ἔσται) ἐκεῖνο καλῶς προνοοῦντα, καὶ ποιήσαντά τι φθάσαι ἀποχωρήσαντα πρὶν τὸ πολὺ βοηθοῦν ἐπιγενέσθαι.

πολλάκις δὲ πορευόμενον στράτευμα καὶ εἰς ὁδοὺς ἔρχεται ἐν αἷς οὐδὲν πλέον οἱ πολλοὶ τῶν ὀλίγων δύνανται. καὶ ἐν διαβάσεσί γε ἔστι τῷ προσέχοντι τὸν νοῦν ἀσφαλῶς ἐφεπομένῳ ταμιεύσασθαι ὥστε ὁπόσοις ἂν βούληται τῶν πολεμίων ἐπιτίθεσθαι.

ἔστι δʼ ὅτε καλὸν καὶ στρατοπεδευομένοις καὶ ἀριστῶσι καὶ δειπνοποιουμένοις ἐπιχειρεῖν, καὶ ἐκ κοίτης γε ἀνισταμένοις. ἐν πᾶσι γὰρ τούτοις ἄοπλοι στρατιῶται γίγνονται, μείονα μὲν χρόνον οἱ ὁπλῖται, πλείονα δὲ οἱ ἱππεῖς.

σκοποῖς μέντοι καὶ προφυλακαῖς οὐδέποτε δεῖ παύεσθαι ἐπιβουλεύοντα. οὗτοι γὰρ αὖ ὀλίγοι μὲν ἀεὶ καθίστανται, πολὺ δὲ τοῦ ἰσχυροῦ ἐνίοτε ἀποστατοῦσιν.

ὅταν δὲ τὰ τοιαῦτα ἤδη καλῶς φυλάττωνται οἱ πολέμιοι, καλόν ἐστι σὺν θεῷ λαθόντα ἐλθεῖν εἰς τὴν πολεμίαν μεμελετηκότα ὡς --- πόσοι τε ἑκασταχοῦ καὶ ποῦ τῆς χώρας προφυλάττουσιν. οὐδεμία γὰρ οὕτω καλὴ λεία ὡς αἱ φυλακαί, ἢν κρατηθῶσι.

καὶ εὐεξαπάτητοι δʼ εἰσὶν οἱ φύλακες· διώκουσι γὰρ ὅ τι ἂν ὀλίγον ἴδωσι, νομίζοντες σφίσι τοῦτο προστετάχθαι. τὰς μέντοι ἀποχωρήσεις σκοπεῖν δεῖ ὅπως μὴ ἐναντίαι τοῖς βοηθοῦσιν ἔσονται.

τοὺς μέντοι μέλλοντας δυνήσεσθαι ἀσφαλῶς τὸ πολὺ κρεῖττον στράτευμα κακουργεῖν σαφῶς δεῖ τοσοῦτον διαφέρειν ὥστε αὐτοὺς μὲν ἀσκητὰς φαίνεσθαι τῶν πολεμικῶν ἐν ἱππικῇ ἔργων, τοὺς δὲ πολεμίους ἰδιώτας.

τοῦτο δʼ ἂν εἴη πρῶτον μὲν εἰ οἱ λῄζεσθαι μέλλοντες ἐκπεπονημένοι εἶεν τῇ ἐλάσει, ὥστε δύνασθαι στρατιωτικοὺς πόνους ὑποφέρειν· οἱ γὰρ πρὸς ταῦτα ἀμελῶς ἔχοντες καὶ ἵπποι καὶ ἄνδρες εἰκότως ἂν ὥσπερ γυναῖκες πρὸς ἄνδρας ἀγωνίζοιντο.

οἱ δέ γε δεδιδαγμένοι τε καὶ εἰθισμένοι τάφρους διαπηδᾶν καὶ τειχία ὑπεραίρειν καὶ ἐπʼ ὄχθους ἀνάλλεσθαι καὶ ἀφʼ ὑψηλῶν ἀσφαλῶς κατιέναι καὶ τὰ κατάντη ταχὺ ἐλαύνεσθαι, οὗτοι δʼ αὖ τοσοῦτον διαφέροιεν ἂν τῶν ἀμελετήτων ταῦτα ὅσονπερ πτηνοὶ πεζῶν· οἱ δέ γε αὖ τοὺς πόδας ἐκπεπονημένοι τῶν ἀτριβῶν πρὸς τραχέα ὅσονπερ ὑγιεῖς χωλῶν· καὶ οἵ γε τῶν τόπων ἔμπειροι πρὸς τοὺς ἀπείρους τοσοῦτον ἐν ταῖς προελάσεσι καὶ ἀποχωρήσεσι διαφέροιεν ἂν ὅσονπερ οἱ ὁρῶντες τῶν τυφλῶν.

καὶ τοῦτο δὲ χρὴ εἰδέναι, ὅτι οἱ εὐωχούμενοι μὲν οἱ ἵπποι, μὴ ἐκπεπονημένοι δὲ ὥστε μὴ ἀποπνίγεσθαι ἐν τοῖς πόνοις, εὖ παρεσκευασμένοι εἰσί. χρὴ δέ, ἐπείπερ χαλινοὶ καὶ ἐφίππια ἐξ ἱμάντων ἠρτημένα ἐστί χρήσιμα, μήποτε τὸν ἵππαρχον τούτων ἔρημον εἶναι· μικρᾷ γὰρ δαπάνῃ τοὺς ἀποροῦντας χρησίμους ἂν παρέχοιτο.

εἰ δέ τις νομίζοι πολλὰ ἔχειν ἂν πράγματα, εἰ οὕτω δεήσει ἀσκεῖν τὴν ἱππικήν, ἐνθυμηθήτω ὅτι οἱ εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀσκοῦντες πολὺ πλείω πράγματα καὶ χαλεπώτερα ἔχουσιν ἢ οἱ τὴν ἱππικὴν τὰ μάλιστα μελετῶντες.

καὶ γὰρ τῶν μὲν γυμνικῶν ἀσκημάτων τὰ πολλὰ σὺν ἱδρῶτι ἐκπονοῦνται, τῆς δὲ ἱππικῆς τὰ πλεῖστα μεθʼ ἡδονῆς. ὅπερ γὰρ εὔξαιτʼ ἄν τις πτηνὸς γενέσθαι, οὐκ ἔστιν ὅ τι μᾶλλον τῶν ἀνθρωπίνων ἔργων ἔοικεν αὐτῷ.

καὶ μὴν τό γʼ ἐν πολέμῳ νικᾶν πολλῷ ἐνδοξότερον ἢ πυγμῇ· μετέχει μὲν γάρ τι καὶ ἡ πόλις ταύτης τῆς δόξης· ὡς δὲ τὰ πολλὰ ἐπὶ τῇ τοῦ πολέμου νίκῃ καὶ εὐδαιμονίᾳ οἱ θεοὶ τὰς πόλεις στεφανοῦσιν, ὥστʼ οὐκ οἶδʼ ἔγωγε τί προσήκει ἄλλʼ ἄττα μᾶλλον ἀσκεῖσθαι ἢ τὰ πολεμικά.

ἐννοεῖν δὲ χρὴ ὅτι καὶ οἱ κατὰ θάλατταν λῃσταὶ διὰ τὸ πονεῖν ἠσκηκέναι δύνανται ζῆν καὶ ἀπὸ τῶν πολὺ κρειττόνων. προσήκει γε μὴν καὶ κατὰ γῆν οὐ τοῖς καρπουμένοις τὰ ἑαυτῶν ἀλλὰ τοῖς στερισκομένοις τῆς τροφῆς λῄζεσθαι· ἢ γὰρ ἐργαστέον ἢ ἀπὸ τῶν εἰργασμένων θρεπτέον· ἄλλως δʼ οὐ ῥᾴδιον οὔτε βιοτεύειν οὔτε εἰρήνης τυχεῖν.

μεμνῆσθαι δὲ κἀκεῖνο χρή, μήποτε ἐπὶ τοὺς κρείττους ἐλαύνειν ὄπισθεν ἵπποις δύσβατα ποιούμενον· οὐ γὰρ ὅμοιον φεύγοντι καὶ διώκοντι σφαλῆναι.