On the Cavalry Commander

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ὅπως γε μὴν ἐν παντοδαποῖς χωρίοις ἔποχοι οἱ ἱππεῖς δυνήσονται εἶναι, τὸ μὲν πυκνὰ ἐξάγειν μὴ πολέμου ὄντος ἴσως ὀχληρόν· συγκαλέσαντα δὲ χρὴ τοὺς ἱππέας συμβουλεῦσαι αὐτοῖς μελετᾶν, καὶ ὅταν εἰς χώραν ἐλαύνωσι καὶ ὅταν ἄλλοσέ ποι, ἐκβιβάζοντας τῶν ὁδῶν καὶ ταχὺ ἐλαύνοντας ἐν τόποις παντοδαποῖς. τοῦτο γὰρ ὠφελεῖ μὲν παραπλησίως τῷ ἐξάγειν, ὄχλον δʼ οὐχ ὁμοίως παρέχει.

ἐπιτήδειον δὲ ὑπομιμνῄσκειν ὅτι καὶ ἡ πόλις ἀνέχεται δαπανῶσα εἰς τὸ ἱππικὸν ἐγγὺς τετταράκοντα τάλαντα τοῦ ἐνιαυτοῦ, ὡς ἢν πόλεμος γίγνηται, μὴ ζητεῖν δέῃ ἱππικόν, ἀλλʼ ἐξ ἑτοίμου ἔχῃ παρεσκευασμένῳ χρῆσθαι. ταῦτα γὰρ ἐνθυμουμένους εἰκὸς καὶ τοὺς ἱππέας μᾶλλον ἂν ἀσκεῖν τὴν ἱππικήν, ὅπως, ἢν πόλεμος ἐγείρηται, μὴ ἀμελετήτους ὄντας ἀγωνίζεσθαι δέῃ περί τε τῆς πόλεως καὶ περὶ εὐκλείας καὶ περὶ τῆς ψυχῆς.

ἀγαθὸν δὲ καὶ τοῦτο προειπεῖν τοῖς ἱππεῦσιν, ὅτι ἐξάξεις ποτὲ καὶ σὺ αὐτοὺς καὶ διὰ παντοίων χωρίων ἡγήσῃ. καὶ ἐν ταῖς μελέταις δὲ ταῖς πρὸ τῆς ἀνθιππασίας καλὸν ἐξάγειν ἄλλοτʼ εἰς ἀλλοῖον τόπον· καὶ γὰρ τοῖς ἱππεῦσι καὶ τοῖς ἵπποις βέλτιον.

ἀκοντίζειν γε μὴν ἀπὸ τῶν ἵππων ὧδʼ ἂν πλεῖστοι μοι δοκοῦσι μελετᾶν, εἰ τοῦτʼ αὖ προείποις τοῖς φυλάρχοις, ὅτι αὐτοὺς δεήσει ἡγουμένους τοῖς τῆς φυλῆς ἀκοντισταῖς ἐλαύνειν ἐπὶ τὸ ἀκόντιον. φιλοτιμοῖντο γὰρ ἄν, ᾗ τὸ εἰκός, ὡς πλείστους ἕκαστος ἀποδεῖξαι ἀκοντιστὰς τῇ πόλει.

ἀλλὰ μὴν καὶ τοῦ καλῶς γε ὁπλισθῆναι τοὺς ἱππέας οἱ φύλαρχοι ἄν μοι δοκοῦσι μέγιστον συλλαμβάνειν, εἰ πεισθείησαν ὅτι πολύ ἐστι πρὸς τῆς πόλεως εὐδοξότερον τῇ τῆς φυλῆς λαμπρότητι κεκοσμῆσθαι ἢ μόνον τῇ ἑαυτῶν στολῇ.

εἰκὸς δὲ μὴ δυσπείστους εἶναι αὐτοὺς τὰ τοιαῦτα, οἵ γε φυλαρχεῖν ἐπεθύμησαν δόξης καὶ τιμῆς ὀρεγόμενοι, δυνατοὶ δʼ εἰσὶ καὶ τὰ ἐν τῷ νόμῳ πορίσαι καὶ ἄνευ τοῦ αὐτοὶ δαπανᾶν τῷ μισθῷ ἐπαναγκάζοντες κατὰ τὸν νόμον ὁπλίζεσθαι.

εἴς γε μὴν τὸ εὐπειθεῖς εἶναι τοὺς ἀρχομένους μέγα μὲν τὸ καὶ λόγῳ διδάσκειν ὅσα ἀγαθὰ ἔνι ἐν τῷ πειθαρχεῖν, μέγα δὲ καὶ τὸ ἔργῳ κατὰ τὸν νόμον πλεονεκτεῖν μὲν ποιεῖν τοὺς εὐτάκτους, μειονεκτεῖν δὲ ἐν πᾶσι τοὺς ἀτακτοῦντας.

ἰσχυροτάτη δέ μοι δοκεῖ εἶναι παρόρμησις τῶν φυλάρχων εἰς τὸ φιλοτιμεῖσθαι αὐτοὺς καλῶς παρεσκευασμένης ἕκαστον τῆς φυλῆς ἡγεῖσθαι, εἰ τοὺς ἀμφὶ σὲ προδρόμους κοσμήσαις μὲν ὅπλοις ὡς κάλλιστα, ἀκοντίζειν δὲ μελετᾶν ἐξαναγκάσαις ὡς μάλιστα, ἡγοῖο δὲ αὐτοῖς ἐπὶ τὸ ἀκόντιον αὐτὸς εὖ μάλα μεμελετηκώς.

εἰ δὲ καὶ ἆθλά τις δύναιτο προτιθέναι ταῖς φυλαῖς πάντων ὁπόσα ἀγαθὰ νομίζουσιν ἀσκεῖσθαι ἐν ταῖς θέαις ὑπὸ τοῦ ἱππικοῦ, τοῦτο πάντας οἶμαι Ἀθηναίους γε μάλιστʼ ἂν προτρέπειν εἰς φιλονικίαν. δῆλον δὲ τοῦτο καὶ ἐν τοῖς χοροῖς, ὡς μικρῶν ἄθλων ἕνεκεν πολλοὶ μὲν πόνοι, μεγάλαι δὲ δαπάναι τελοῦνται. τοὺς μέντοι κριτὰς τοιούτους δεῖ εὑρίσκειν παρʼ οἷς νικῶντες μάλιστʼ ἂν ἀγάλλοιντο.