Ways and Means

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

περαινομένων γε μὴν ὧν λέγω τοῦτʼ ἂν μόνον καινὸν γένοιτο, εἰ ὥσπερ οἱ ἰδιῶται κτησάμενοι ἀνδράποδα πρόσοδον ἀέναον κατεσκευασμένοι εἰσίν, οὕτω καὶ ἡ πόλις κτῷτο δημόσια ἀνδράποδα, ἕως γίγνοιτο τρία ἑκάστῳ Ἀθηναίων.

εἰ δὲ δυνατὰ λέγομεν καθʼ ἓν ἕκαστον αὐτῶν σκοπῶν ὁ βουλόμενος κρινέτω. οὐκοῦν τιμὴν μὲν ἀνθρώπων εὔδηλον ὅτι μᾶλλον ἂν τὸ δημόσιον δύναιτο ἢ οἱ ἰδιῶται παρασκευάσασθαι. τῇ γε μὴν βουλῇ ῥᾴδιον καὶ κηρύξαι ἄγειν τὸν βουλόμενον ἀνδράποδα καὶ τὰ προσαχθέντα πρίασθαι.

ἐπειδὰν δὲ ὠνηθῇ, τί ἂν ἧττον μισθοῖτό τις παρὰ τοῦ δημοσίου ἢ παρὰ τῶν ἰδιωτῶν, ἐπὶ τοῖς αὐτοῖς μέλλων ἕξειν; μισθοῦνται γοῦν καὶ τεμένη καὶ ἱερὰ καὶ οἰκίας καὶ τέλη ὠνοῦνται παρὰ τῆς πόλεως.

ὅπως γε μὴν τὰ ὠνηθέντα σῴζηται, τῷ δημοσίῳ ἔστι λαμβάνειν ἐγγύους παρὰ τῶν μισθουμένων, ὥσπερ καὶ παρὰ τῶν ὠνουμένων τὰ τέλη. ἀλλὰ μὴν καὶ ἀδικῆσαί γε ῥᾷον τῷ τέλος πριαμένῳ ἢ τῷ ἀνδράποδα μισθουμένῳ.

ἀργύριον μὲν γὰρ πῶς καὶ φωράσειεν ἄν τις τὸ δημόσιον ἐξαγόμενον, ὁμοίου τοῦ ἰδίου ὄντος αὐτῷ; ἀνδράποδα δὲ σεσημασμένα τῷ δημοσίῳ σημάντρῳ καὶ προκειμένης ζημίας τῷ τε πωλοῦντι καὶ τῷ ἐξάγοντι, πῶς ἄν τις ταῦτα κλέψειεν; οὐκοῦν μέχρι μὲν τούτου δυνατὸν φαίνεται τῇ πόλει εἶναι τὸ ἀνθρώπους καὶ κτήσασθαι καὶ φυλάξαι.

εἰ δʼ αὖ τις τοῦτʼ ἐνθυμεῖται, πῶς ἐπειδὰν πολλοὶ ἐργάται γένωνται, πολλοὶ φανοῦνται καὶ οἱ μισθωσόμενοι, ἐκεῖνο κατανοήσας θαρρείτω, ὅτι πολλοὶ μὲν τῶν κατεσκευασμένων προσμισθώσονται τοὺς δημοσίους (πολλὰ γάρ ἐστι τὰ ὑπάρχοντα), πολλοὶ δʼ εἰσὶ καὶ αὐτῶν τῶν ἐν τοῖς ἔργοις γηράσκοντες, πολλοὶ δὲ καὶ ἄλλοι καὶ Ἀθηναῖοι καὶ ξένοι οἳ τῷ σώματι μὲν οὔτε βούλοιντʼ ἂν οὔτε δύναιντʼ ἂν ἐργάζεσθαι, τῇ δὲ γνώμῃ ἐπιμελόμενοι ἡδέως ἂν τὰ ἐπιτήδεια πορίζοιντο.

ἤν γε μέντοι τὸ πρῶτον συστῇ διακόσια καὶ χίλια ἀνδράποδα, εἰκὸς ἤδη ἀπʼ αὐτῆς τῆς προσόδου ἐν ἔτεσι πέντε ἢ ἓξ μὴ μεῖον ἂν τῶν ἑξακισχιλίων γενέσθαι. ἀπό γε μὴν τούτου τοῦ ἀριθμοῦ ἢν ὀβολὸν ἕκαστος ἀτελῆ τῆς ἡμέρας προσφέρῃ, ἡ μὲν πρόσοδος ἑξήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ.

ἀπὸ δὲ τούτων ἢν εἰς ἄλλα ἀνδράποδα τιθῆται εἴκοσι, τοῖς τετταράκοντα ἤδη ἐξέσται τῇ πόλει χρῆσθαι εἰς ἄλλο ὅ τι ἂν δέῃ. ὅταν δέ γε μύρια ἀναπληρωθῇ, ἑκατὸν τάλαντα ἡ πρόσοδος ἔσται.

ὅτι δὲ δέξεται πολλαπλάσια τούτων μαρτυρήσαιεν ἄν μοι εἴ τινες ἔτι εἰσὶ τῶν μεμνημένων ὅσον τὸ τέλος ηὕρισκε τῶν ἀνδραπόδων πρὸ τῶν ἐν Δεκελείᾳ. μαρτυρεῖ δὲ κἀκεῖνο, ὅτι εἰργασμένων ἀνθρώπων ἐν τοῖς ἀργυρείοις ἐν τῷ παντὶ χρόνῳ ἀναριθμήτων νῦν οὐδὲν διαφέρει τὰ ἀργύρεια ἢ οἷα οἱ πρόγονοι ἡμῶν ὄντα ἐμνημόνευον αὐτά.

καὶ τὰ νῦν δὲ γιγνόμενα πάντα μαρτυρεῖ ὅτι οὐκ ἄν ποτε πλείω ἀνδράποδα ἐκεῖ γένοιτο ἢ ὅσων ἂν τὰ ἔργα δεῖται. οὔτε γὰρ βάθους πέρας οὔτε ὑπονόμων οἱ ὀρύττοντες εὑρίσκουσι.

καὶ μὴν καινοτομεῖν γε οὐδὲν ἧττον ἔξεστι νῦν ἢ πρότερον. οὐ τοίνυν οὐδʼ εἰπεῖν ἂν ἔχοι εἰδὼς οὐδεὶς πότερον ἐν τοῖς κατατετμημένοις πλείων ἀργυρῖτις ἢ ἐν τοῖς ἀτμήτοις ἐστί.

τί δῆτα, φαίη ἄν τις, οὐ καὶ νῦν, ὥσπερ ἔμπροσθεν, πολλοὶ καινοτομοῦσιν; ὅτι πενέστεροι μὲν νῦν εἰσιν οἱ περὶ τὰ μέταλλα· νεωστὶ γὰρ πάλιν κατασκευάζονται· κίνδυνος δὲ μέγας τῷ καινοτομοῦντι·