Agesilaus

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

διαβὰς δὲ τὸν Ἑλλήσποντον ἐπορεύετο διὰ τῶν αὐτῶν ἐθνῶν ὧνπερ ὁ Πέρσης τῷ παμπληθεῖ στόλῳ· καὶ ἣν ἐνιαυσίαν ὁδὸν ὁ βάρβαρος ἐποιήσατο, ταύτην μεῖον ἢ ἐν μηνὶ καθήνυσεν ὁ Ἀγησίλαος. οὐ γὰρ ὡς ὑστερήσειε τῆς πατρίδος προεθυμεῖτο.

ἐπεὶ δὲ ἐξαμείψας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο, Λαρισαῖοι μὲν καὶ Κραννώνιοι καὶ Σκοτουσαῖοι καὶ Φαρσάλιοι σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοὶ πλὴν ὅσοι αὐτῶν φυγάδες τότε ὄντες ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐφεπόμενοι. ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίῳ τὸ στράτευμα, τοὺς ἡμίσεις μὲν ἔμπροσθεν, τοὺς ἡμίσεις δὲ ἐπʼ οὐρᾷ ἔχων τῶν ἱππέων· ἐπεὶ δʼ ἐκώλυον τῆς πορείας αὐτὸν οἱ Θετταλοὶ ἐπιτιθέμενοι τοῖς ὄπισθεν, παραπέμπει ἐπʼ οὐρὰν καὶ τὸ ἀπὸ τοῦ προηγουμένου στρατεύματος ἱππικὸν πλὴν τῶν περὶ ἑαυτόν.

ὡς δὲ παρετάξαντο ἀλλήλοις, οἱ μὲν Θετταλοί, νομίσαντες οὐκ ἐν καλῷ εἶναι πρὸς τοὺς ὁπλίτας ἱππομαχεῖν, στρέψαντες βάδην ἀπεχώρουν· οἱ δὲ μάλα σωφρόνως ἐφείποντο. γνοὺς δὲ ὁ Ἀγησίλαος ἃ ἑκάτεροι ἡμάρτανον παραπέμπει τοὺς ἀμφʼ αὑτὸν μάλʼ εὐρώστους ἱππέας, καὶ κελεύει τοῖς τε ἄλλοις παραγγέλλειν καὶ αὐτοὺς διώκειν κατὰ κράτος καὶ μηκέτι δοῦναι αὐτοῖς ἀναστροφήν. οἱ δὲ Θετταλοὶ ὡς εἶδον παρὰ δόξαν ἐλαύνοντας, οἱ μὲν αὐτῶν οὐδʼ ἀνέστρεψαν, οἱ δὲ καὶ ἀναστρέφειν πειρώμενοι πλαγίους ἔχοντες τοὺς ἵππους ἡλίσκοντο.

Πολύχαρμος μέντοι ὁ Φαρσάλιος ἱππαρχῶν ἀνέστρεψέ τε καὶ μαχόμενος σὺν τοῖς ἀμφʼ αὑτὸν ἀποθνῄσκει. ὡς δὲ τοῦτο ἐγένετο, φυγὴ γίγνεται ἐξαισία· ὥσθʼ οἱ μὲν ἀπέθνῃσκον αὐτῶν, οἱ δὲ καὶ ζῶντες ἡλίσκοντο. ἔστησαν δʼ οὖν οὐ πρόσθεν πρὶν ἢ ἐπὶ τῷ ὄρει τῷ Ναρθακίῳ ἐγένοντο.

καὶ τότε μὲν δὴ ὁ Ἀγησίλαος τρόπαιόν τε ἐστήσατο μεταξὺ Πραντὸς καὶ Ναρθακίου· καὶ αὐτοῦ κατέμεινε, μάλα ἡδόμενος τῷ ἔργῳ, ὅτι τοὺς μέγιστον φρονοῦντας ἐφʼ ἱππικῇ ἐνενικήκει σὺν ᾧ αὐτὸς ἐμηχανήσατο ἱππικῷ. τῇ δʼ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη τὴν λοιπὴν ἤδη πᾶσαν διὰ φιλίας ἐπορεύθη εἰς τὰ Βοιωτῶν ὅρια.

ἐνταῦθα δὴ ἀντιτεταγμένους εὑρὼν Θηβαίους, Ἀθηναίους, Ἀργείους, Κορινθίους, Αἰνιᾶνας, Εὐβοέας καὶ Λοκροὺς ἀμφοτέρους, οὐδὲν ἐμέλλησεν, ἀλλʼ ἐκ τοῦ φανεροῦ ἀντιπαρέταττε, Λακεδαιμονίων μὲν ἔχων μόραν καὶ ἥμισυ, τῶν δʼ αὐτόθεν συμμάχων Φωκέας καὶ Ὀρχομενίους μόνους, τό τʼ ἄλλο στράτευμα ὅπερ ἠγάγετο αὐτός.

καὶ οὐ τοῦτο λέξων ἔρχομαι, ὡς πολὺ μὲν ἐλάττους πολὺ δὲ χείρονας ἔχων ὅμως συνέβαλεν· εἰ γὰρ ταῦτα λέγοιμι, Ἀγησίλαόν τʼ ἄν μοι δοκῶ ἄφρονα ἀποφαίνειν καὶ ἐμαυτὸν μωρόν, εἰ ἐπαινοίην τὸν περὶ τῶν μεγίστων εἰκῇ κινδυνεύοντα· ἀλλὰ μᾶλλον τάδʼ αὐτοῦ ἄγαμαι, ὅτι πλῆθός τε οὐδὲν μεῖον ἢ τὸ τῶν πολεμίων παρεσκευάσατο, ὥπλισέν τε οὕτως ὡς ἅπαντα μὲν χαλκόν, ἅπαντα δὲ φοινικᾶ φαίνεσθαι·