Economics

Xenophon

Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ὅταν δὲ παραστήσῃς τινί, ἔφην ἐγώ, τοῦτο καὶ πάνυ ἰσχυρῶς, ὅτι δεῖ ἐπιμελεῖσθαι ὧν ἂν σὺ βούλῃ, ἦ ἱκανὸς ἤδη ἔσται ὁ τοιοῦτος ἐπιτροπεύειν, ἤ τι καὶ ἄλλο προσμαθητέον αὐτῷ ἔσται, εἰ μέλλει ἐπίτροπος ἱκανὸς ἔσεσθαι;

ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, ἔτι μέντοι λοιπὸν αὐτῷ ἐστι γνῶναι ὅ τι τε ποιητέον καὶ ὁπότε καὶ ὅπως, εἰ δὲ μή, τί μᾶλλον ἐπιτρόπου ἄνευ τούτων ὄφελος ἢ ἰατροῦ ὃς ἐπιμελοῖτο μὲν κάμνοντός τινος πρῴ τε ἰὼν καὶ ὀψέ, ὅ τι δὲ συμφέρον τῷ κάμνοντι ποιεῖν εἴη, τοῦτο μὴ εἰδείη;

ἐάν γε μὴν καὶ τὰ ἔργα μάθῃ ὡς ἔστιν ἐργαστέα, ἔτι τινός, ἔφην ἐγώ, προσδεήσεται, ἢ ἀποτετελεσμένος ἤδη οὗτός σοι ἔσται ἐπίτροπος; ἄρχειν γε, ἔφη, οἶμαι δεῖν αὐτὸν μαθεῖν τῶν ἐργαζομένων.

ἦ οὖν, ἔφην ἐγώ, καὶ σὺ ἄρχειν ἱκανοὺς εἶναι παιδεύεις τοὺς ἐπιτρόπους; πειρῶμαί γε δή, ἔφη ὁ Ἰσχόμαχος. καὶ πῶς δή, ἔφην ἐγώ, πρὸς τῶν θεῶν τὸ ἀρχικοὺς εἶναι ἀνθρώπων παιδεύεις; φαύλως, ἔφη, πάνυ, ὦ Σώκρατες, ὥστε ἴσως ἂν καὶ καταγελάσαις ἀκούων.

οὐ μὲν δὴ ἄξιόν γʼ, ἔφην ἐγώ, τὸ πρᾶγμα καταγέλωτος, ὦ Ἰσχόμαχε. ὅστις γάρ τοι ἀρχικοὺς ἀνθρώπων δύναται ποιεῖν, δῆλον ὅτι οὗτος καὶ δεσποτικοὺς ἀνθρώπων δύναται διδάσκειν, ὅστις δὲ δεσποτικοὺς δύναται ποιεῖν, καὶ βασιλικούς. ὥστε οὐ καταγέλωτός μοι δοκεῖ ἄξιος εἶναι ἀλλʼ ἐπαίνου μεγάλου ὁ τοῦτο δυνάμενος ποιεῖν.

οὐκοῦν, ἔφη, ὦ Σώκρατες, τὰ μὲν ἄλλα ζῷα ἐκ δυοῖν τούτοιν τὸ πείθεσθαι μανθάνουσιν, ἔκ τε τοῦ ὅταν ἀπειθεῖν ἐπιχειρῶσι κολάζεσθαι καὶ ἐκ τοῦ ὅταν προθύμως ὑπηρετῶσιν εὖ πάσχειν.

οἵ τε γοῦν πῶλοι μανθάνουσιν ὑπακούειν τοῖς πωλοδάμναις τῷ ὅταν μὲν πείθωνται τῶν ἡδέων τι αὐτοῖς γίγνεσθαι, ὅταν δὲ ἀπειθῶσι πράγματα ἔχειν, ἔστʼ ἂν ὑπηρετήσωσι κατὰ γνώμην τῷ πωλοδάμνῃ·

καὶ τὰ κυνίδια δὲ πολὺ τῶν ἀνθρώπων καὶ τῇ γνώμῃ καὶ τῇ γλώττῃ ὑποδεέστερα ὄντα ὅμως καὶ περιτρέχειν καὶ κυβιστᾶν καὶ ἄλλα πολλὰ μανθάνει τῷ αὐτῷ τούτῳ τρόπῳ. ὅταν μὲν γὰρ πείθηται, λαμβάνει τι ὧν δεῖται, ὅταν δὲ ἀμελῇ, κολάζεται.

ἀνθρώπους δʼ ἔστι πιθανωτέρους ποιεῖν καὶ λόγῳ, ἐπιδεικνύοντα ὡς συμφέρει αὐτοῖς πείθεσθαι, τοῖς δὲ δούλοις καὶ ἡ δοκοῦσα θηριώδης παιδεία εἶναι πάνυ ἐστὶν ἐπαγωγὸς πρὸς τὸ πείθεσθαι διδάσκειν· τῇ γὰρ γαστρὶ αὐτῶν ἐπὶ ταῖς ἐπιθυμίαις προσχαριζόμενος ἂν πολλὰ ἁνύτοις παρʼ αὐτῶν. αἱ δὲ φιλότιμοι τῶν φύσεων καὶ τῷ ἐπαίνῳ παροξύνονται. πεινῶσι γὰρ τοῦ ἐπαίνου οὐχ ἧττον ἔνιαι τῶν φύσεων ἢ ἄλλαι τῶν σίτων τε καὶ ποτῶν.

ταῦτά τε οὖν, ὅσαπερ αὐτὸς ποιῶν οἶμαι πιθανωτέροις ἀνθρώποις χρῆσθαι, διδάσκω οὓς ἂν ἐπιτρόπους βούλωμαι καταστῆσαι καὶ τάδε συλλαμβάνω αὐτοῖς· ἱμάτιά τε γὰρ ἃ δεῖ παρέχειν ἐμὲ τοῖς ἐργαστῆρσι καὶ ὑποδήματα οὐχ ὅμοια πάντα ποιῶ, ἀλλὰ τὰ μὲν χείρω, τὰ δὲ βελτίω, ἵνα ᾖ τὸν κρείττω τοῖς βελτίοσι τιμᾶν, τῷ δὲ χείρονι τὰ ἥττω διδόναι.

πάνυ γάρ μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, ἀθυμία ἐγγίγνεσθαι τοῖς ἀγαθοῖς, ὅταν ὁρῶσι τὰ μὲν ἔργα διʼ αὑτῶν καταπραττόμενα, τῶν δὲ ὁμοίων τυγχάνοντας ἑαυτοῖς τοὺς μήτε πονεῖν μήτε κινδυνεύειν ἐθέλοντας, ὅταν δέῃ.

αὐτός τε οὖν οὐδʼ ὁπωστιοῦν τῶν ἴσων ἀξιῶ τοὺς ἀμείνους τοῖς κακίοσι τυγχάνειν, τούς τε ἐπιτρόπους, ὅταν μὲν εἰδῶ διαδεδωκότας τοῖς πλείστου ἀξίοις τὰ κράτιστα, ἐπαινῶ, ἂν δὲ ἴδω ἢ κολακεύμασί τινα προτιμώμενον ἢ καὶ ἄλλῃ τινὶ ἀνωφελεῖ χάριτι, οὐκ ἀμελῶ, ἀλλʼ ἐπιπλήττω καὶ πειρῶμαι διδάσκειν, ὦ Σώκρατες, ὅτι οὐδʼ αὑτῷ σύμφορα ταῦτα ποιεῖ.