Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου·

καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου,

καὶ ἀνέβη καπνὸς
ἐκ τοῦ φρέατος
ὡς καπνὸς καμίνου
μεγάλης, καὶ
ἐσκοτώθη ὁ ἥλιος
καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.

καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον

ἀκρίδες εἰς τὴν γῆν,
καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.

καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν

τὸν χόρτον τῆς γῆς
οὐδὲ
πᾶν χλωρὸν
οὐδὲ
πᾶν δένδρον,
εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι
τὴν σφραγῖδα
τοῦ θεοῦ
ἐπὶ τῶν μετώπων.

καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλʼ ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.

καὶ ἐν ταῖς ἡμέραις ἐκείναις

ζητήσουσιν
οἱ ἄνθρωποι
τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν
αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύγει ὁ θάνατος ἀπʼ αὐτῶν.
517

καὶ

τὰ ὁμοιώματα
τῶν ἀκρίδων
ὅμοια ἵπποις
ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,

καὶ εἶχαν τρίχας ὡς τρίχας γυναικῶν, καὶ

οἱ ὀδόντες αὐτῶν ὡς λεόντων
ἦσαν,

καὶ εἶχαν θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν

ὡς φωνὴ ἁρμάτων
ἵππων πολλῶν
τρεχόντων εἰς πόλεμον·

καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.

ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἐβραϊστὶ Ἀβαδδών καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

Ἡ Οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο Οὐαὶ μετὰ ταῦτα.

Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,