Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι

σφραγίσωμεν
τοὺς δούλους τοῦ θεοῦ ἡμῶν
ἐπὶ τῶν μετώπων
αὐτῶν.

Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς

514
υἱῶν Ἰσραήλ·

  • ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι,
  • ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Λευεὶ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Βενιαμεὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
  • Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·

    καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ

    καθημένῳ ἐπὶ τῷ θρόνῳ
    καὶ τῷ ἀρνίῳ.

    καὶ πάντες οἱ ἄγγελοι ἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,

    λέγοντες Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων [· ἀμήν].

    Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;