Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
λέγοντες Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων [· ἀμήν].
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς
θλίψεωςτῆς μεγάλης, καὶ
ἔπλυναν τὰς στολὰς αὐτῶνκαὶ ἐλεύκαναν
ἐν τῷ αἵματιτοῦ ἀρνίου.
διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ
καθήμενος ἐπὶ τοῦ θρόνουσκηνώσει ἐπʼ αὐτούς.
οὐ πεινάσουσινἔτι
οὐδὲ διψήσουσινἔτι,
οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ
ἥλιος οὐδὲπᾶν
καῦμα,ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου
ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺςἐπὶ
ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶναὐτῶν.
Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμίωρον.
καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ
ἐδόθησαναὐτοῖς ἑπτὰ σάλπιγγες.
Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ
ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίουἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ
θυμιάματαπολλὰ ἵνα δώσει
ταῖς προσευχαῖςτῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
καὶ ἀνέβη ὁ καπνὸς
τῶν θυμιαμάτων ταῖς προσευχαῖςτῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
καὶ εἴληφεν ὁ ἄγγελος
τὸν λιβανωτόν,καὶ
ἐγέμισεναὐτὸν ἐκ
τοῦ πυρὸς τοῦ θυσιαστηρίου,καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο
βρονταὶκαὶ
φωναὶκαὶ
ἀστραπαὶκαὶ σεισμός.
Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς ἵνα σαλπίσωσιν.
Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ
ἐγένετο χάλαζα καὶ πῦρμεμιγμένα ἐν
αἵματι,καὶ ἐβλήθη
εἰς τὴν γῆν·καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ
ὡς ὄροςμέγα
πυρὶ καιόμενονἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,