Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω [αὐτοῦ] ὄνομα αὐτῷ [Ὁ]

Θάνατος,
καὶ
ὁ ᾄδης
ᾐκολούθει μετʼ αὐτοῦ, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν
ῥομφαίᾳ καὶ
ἐν
λιμῷ καί
ἐν
θανάτῳ καὶ
ὑπὸ τῶν
θηρίων τῆς γῆς.

Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον.

καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες

Ἕως πότε, ὁ δεσπότης
ὁ ἅγιος καὶ ἀληθινός, οὐ
κρίνεις
καὶ
ἐκδικεῖς τὸ αἷμα
ἡμῶν ἐκ
τῶν κατοικούντων ἐπὶ τῆς γῆς;

καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ

513
ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.

Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ

ὁ ἥλιος
ἐγένετο μέλας ὡς σάκκος τρίχινος,
καὶ ἡ σελήνη
ὅλη ἐγένετο ὡς
αἷμα,

καὶ

οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν
εἰς τὴν γῆν,
ὡς συκῆ
βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη,

καὶ ὁ οὐρανὸς
ἀπεχωρίσθη
ὡς βιβλίον ἑλισσόμενον,
καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.

καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες
καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος
ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας
τῶν ὀρέων·

καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις Πέσατε ἐφʼ ἡμᾶς
καὶ
κρύψατε ἡμᾶς
ἀπὸ προσώπου τοῦ
καθημένου ἐπὶ τοῦ θρόνου
καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,

ὅτι ἦλθεν

ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς
αὐτῶν,
καὶ τίς δύναται σταθῆναι;

Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας

ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς,
κρατοῦντας
τοὺς τέσσαρας ἀνέμους
τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.

καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,

λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι

σφραγίσωμεν
τοὺς δούλους τοῦ θεοῦ ἡμῶν
ἐπὶ τῶν μετώπων
αὐτῶν.

Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς

514
υἱῶν Ἰσραήλ·

  • ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι,
  • ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Λευεὶ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,
  • ἐκ φυλῆς Βενιαμεὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
  • Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·

    καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ

    καθημένῳ ἐπὶ τῷ θρόνῳ
    καὶ τῷ ἀρνίῳ.