Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος Ἔρχου.
καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω [αὐτοῦ] ὄνομα αὐτῷ [Ὁ]
Θάνατος,καὶ
ὁ ᾄδηςᾐκολούθει μετʼ αὐτοῦ, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν
ῥομφαίᾳ καὶἐν
λιμῷ καίἐν
θανάτῳ καὶὑπὸ τῶν
θηρίων τῆς γῆς.
Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον.
καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες
Ἕως πότε, ὁ δεσπότηςὁ ἅγιος καὶ ἀληθινός, οὐ
κρίνειςκαὶ
ἐκδικεῖς τὸ αἷμαἡμῶν ἐκ
τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ
Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ
ὁ ἥλιοςἐγένετο μέλας ὡς σάκκος τρίχινος,
καὶ ἡ σελήνηὅλη ἐγένετο ὡς
αἷμα,
καὶ
οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσανεἰς τὴν γῆν,
ὡς συκῆβάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη,
καὶ ὁ οὐρανὸςἀπεχωρίσθη
ὡς βιβλίον ἑλισσόμενον,καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνεςκαὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος
ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτραςτῶν ὀρέων·
καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις Πέσατε ἐφʼ ἡμᾶςκαὶ
κρύψατε ἡμᾶςἀπὸ προσώπου τοῦ
καθημένου ἐπὶ τοῦ θρόνουκαὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
ὅτι ἦλθεν
ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆςαὐτῶν,
καὶ τίς δύναται σταθῆναι;
Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας
ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς,κρατοῦντας
τοὺς τέσσαρας ἀνέμουςτῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι
σφραγίσωμεντοὺς δούλους τοῦ θεοῦ ἡμῶν
ἐπὶ τῶν μετώπωναὐτῶν.
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς