Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ Ἀμήν,
ὁ μάρτυς ὁ πιστὸςκαὶ [ὁ] ἀληθινός,
ἡ ἀρχὴ τῆς κτίσεωςτοῦ θεοῦ,
Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός
ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ
πεπλούτηκακαὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
συμβουλεύω σοι ἀγοράσαι παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
ἐγὼ
ὅσους ἐὰν φιλῶ ἐλέγχωκαὶ
παιδεύω·ζήλευε οὖν καὶ μετανόησον.
Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ.
Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς
σάλπιγγοςλαλούσης μετʼ ἐμοῦ, λέγων
Ἀνάβαὧδε, καὶ δείξω σοι
ἃ δεῖ γενέσθαι.
μετὰ ταῦτα εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ
ἐπὶ τὸν θρόνον καθήμενος,
καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ
ἶρις κυκλόθεν τοῦ θρόνουὅμοιος ὁράσει σμαραγδίνῳ.
καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
καὶ ἐκ τοῦ θρόνου
ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶκαὶ
βρονταί·καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
καὶ ἐνώπιον τοῦ θρόνου
ὁμοία κρυστάλλῳ. καὶ ἐν μέσῳ τοῦ θρόνουκαὶ
κύκλῳ τοῦ θρόνου τέσσερα ζῷα γέμοντα ὀφθαλμῶνἔμπροσθεν καὶ ὄπισθεν·
καὶ τὸ ζῷον
τὸ πρῶτονὅμοιον
λέοντι, καὶ τὸ δεύτερονζῷον ὅμοιον
μόσχῳ, καὶ τὸ τρίτονζῷον ἔχων
τὸ πρόσωπονὡς
ἀνθρώπου, καὶ τὸ τέταρτονζῷον ὅμοιον
ἀετῷπετομένῳ·
καὶ τὰ τέσσερα ζῷα,
ἓν καθʼ ἓναὐτῶν ἔχων
ἀνὰ πτέρυγας ἕξ, κυκλόθενκαὶ ἔσωθεν
γέμουσιν ὀφθαλμῶν·καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες
Ἅγιος ἅγιος ἅγιος Κύριος, ὁ θεός, ὁ παντοκράτωρ,ὁ ἦν καὶ
ὁ ὤνκαὶ ὁ ἐρχόμενος.
Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ
καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶναςτῶν αἰώνων,
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ
καθημένου ἐπὶ τοῦ θρόνου,καὶ προσκυνήσουσιν
τῷ ζῶντι εἰς τοὺς αἰῶναςτῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες