Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Ὁ νικῶν ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ

τὸ ὄνομα τῆς πὀλεως
τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ
τὸ ὄνομά
μου
τὸ καινόν.

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ Ἀμήν,

ὁ μάρτυς ὁ πιστὸς
καὶ [ὁ] ἀληθινός,
ἡ ἀρχὴ τῆς κτίσεως
τοῦ θεοῦ,

Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.

οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός

509
μου.

ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ

πεπλούτηκα
καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,

συμβουλεύω σοι ἀγοράσαι παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.

ἐγὼ

ὅσους ἐὰν φιλῶ ἐλέγχω
καὶ
παιδεύω·
ζήλευε οὖν καὶ μετανόησον.

Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ.

Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς

σάλπιγγος
λαλούσης μετʼ ἐμοῦ, λέγων
Ἀνάβα
ὧδε, καὶ δείξω σοι
ἃ δεῖ γενέσθαι.

μετὰ ταῦτα εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ

ἐπὶ τὸν θρόνον καθήμενος,

καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ

ἶρις κυκλόθεν τοῦ θρόνου
ὅμοιος ὁράσει σμαραγδίνῳ.

καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.

καὶ ἐκ τοῦ θρόνου

ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ
καὶ
βρονταί·
καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,

καὶ ἐνώπιον τοῦ θρόνου

510
ὡς θάλασσα ὑαλίνη
ὁμοία κρυστάλλῳ. καὶ ἐν μέσῳ τοῦ θρόνου
καὶ
κύκλῳ τοῦ θρόνου τέσσερα ζῷα γέμοντα ὀφθαλμῶν
ἔμπροσθεν καὶ ὄπισθεν·

καὶ τὸ ζῷον

τὸ πρῶτον
ὅμοιον
λέοντι, καὶ τὸ δεύτερον
ζῷον ὅμοιον
μόσχῳ, καὶ τὸ τρίτον
ζῷον ἔχων
τὸ πρόσωπον
ὡς
ἀνθρώπου, καὶ τὸ τέταρτον
ζῷον ὅμοιον
ἀετῷ
πετομένῳ·

καὶ τὰ τέσσερα ζῷα,

ἓν καθʼ ἓν
αὐτῶν ἔχων
ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν
καὶ ἔσωθεν
γέμουσιν ὀφθαλμῶν·
καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες
Ἅγιος ἅγιος ἅγιος Κύριος, ὁ θεός, ὁ παντοκράτωρ,
ὁ ἦν καὶ
ὁ ὤν
καὶ ὁ ἐρχόμενος.

Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ

καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας
τῶν αἰώνων,