Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
καὶ ἡ πόλις οὐ χρείαν ἔχει
τοῦ ἡλίου οὐδὲ τῆς σελήνης,ἵνα
φαίνωσιναὐτῇ,
ἡγὰρ
δόξα τοῦ θεοῦ ἐφώτισεναὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸςαὐτῆς·
καὶ οἱ βασιλεῖςτῆς γῆς
φέρουσιν τὴν δόξαναὐτῶν εἰς αὐτήν·
καὶ οἱ πυλῶνεςαὐτῆς
οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξγὰρ οὐκ ἔσται ἐκεῖ·
καὶ
οἴσουσιν τὴν δόξανκαὶ τὴν τιμὴν
τῶν ἐθνῶνεἰς αὐτήν.
καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ
οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆςτοῦ ἀρνίου.
καὶ ἔδειξέν μοι
ποταμὸν ὕδατος ζωῆςλαμπρὸν ὡς κρύσταλλον,
ἐκπορευό-
538
μενονἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
ἐν μέσῳτῆς πλατείας αὐτῆς· καὶ
τοῦ ποταμοῦ ἐντεῦθεν καὶ
ἐκεῖθεν ξύλον ζωῆςποιοῦν καρποὺς δώδεκα,
κατὰ
μῆναἕκαστον ἀποδιδοῦν
τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλατοῦ ξύλου
εἰς θεραπείαντῶν ἐθνῶν.
καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι.καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
καὶ
ὄψονται τὸ πρόσωπον αὐτοῦ,καὶ τὸ ὄνομα ὰὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
καὶ νὺξ οὐκ ἔσται ἔτι,
καὶ οὐκἔχουσιν χρείαν φωτὸς λύχνου καὶ
φῶς ἡλίου,ὅτι
Κύριος ὁ θεὸς φωτίσει[ἐπ’] αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ εἶπεν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ
ἃ δεῖ γενέσθαιἐν τάχει·
καί
Ἰδοὺ ἔρχομαιταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.