Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ

πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν
αὐτῶν.

Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.

καὶ ἐκράτησεν τὸν δράκοντα,

ὁ ὄφις
ὁ ἀρχαῖος, ὅς ἐστιν
Διάβολος
καὶ
Ὁ Σατανᾶς,
καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,

καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.

Καὶ

εἶδον θρόνους,
καὶ
ἐκάθισαν
ἐπʼ αὐτούς,
καὶ κρίμͅα ἐδόθη
αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ χίλια ἔτη.

οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη.

μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ

535
τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονται
ἱερεῖς τοῦ θεοῦ
καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ [τὰ] χίλια ἔτη.

Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,

καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν

ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ,
συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.

καὶ ἀνέβησαν

ἐπὶ τὸ πλάτος τῆς γῆς,
καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν
τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ
καὶ κατέφαγεν
αὐτούς·

καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ

πυρὸς καὶ θείου,
ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ εἶδον θρόνον
μέγαν λευκὸν καὶ τὸν
καθήμενον
ἐπʼ αὐτοῦ, οὗ
ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ
καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.

καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου,

καὶ βιβλία ἠνοίχθησαν·
καὶ ἄλλο
βιβλίον
ἠνοίχθη, ὅ ἐστιν
τῆς ζωῆς·
καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις
κατὰ τὰ ἔργα αὐτῶν.

καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾄδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος

κατὰ τὰ ἔργα αὐτῶν.

καὶ ὁ θάνατος καὶ ὁ ᾄδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.

καὶ εἴ τις οὐχ

εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος
ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

Καὶ εἶδον

οὐρανὸν καινὸν καὶ γῆν καινήν·
ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.

καὶ

τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ
καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην
ὡς νύμφην κεκοσμημένην
τῷ ἀνδρὶ
536
αὐτῆς.

καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης

Ἰδοὺ ἡ σκηνὴ
τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων,
καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ
ἔσονται, καὶ
αὐτὸς ὁ θεὸς
μετʼ αὐτῶν ἔσται,

καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν
αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε
πένθος
οὔτε
κραυγὴ
οὔτε πόνος οὐκ ἔσται ἔτι.
τὰ πρῶτα
ἀπῆλθαν.