Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ

λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις
ἐν μεσουρανήματι
Δεῦτε συνάχθητε εἰς τὸ
534
δεῖπνον τὸ μέγα τοῦ θεοῦ,

ἵνα

φάγητε
σάρκας
βασιλέων
καὶ σάρκας χιλιάρχων καὶ
σάρκας ἰσχυρῶν
καὶ σάρκας
ἵππων
καὶ τῶν καθημένων ἐπʼ αὐτούς, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.

Καὶ εἶδον τὸ θηρίον καὶ

τους βασιλεῖς τῆς γῆς
καὶ τὰ στρατεύματα αὐτῶν
συνηγμένα
ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.

καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετʼ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς

καιομένης ἐν θείῳ.