Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.

καὶ πᾶς

κυβερνήτης
καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων,
καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν
ἐργάζονται, ἀπὸ μακρόθεν
ἔστησαν

καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες

Τίς ὁμοία
τῇ πόλει τῇ μεγάλῃ;

καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες,
λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ
ἐπλούτησαν πάντες
οἱ ἔχοντες
τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος
αὐτῆς, ὅτι μιᾷ ὥρᾳ
ἠρημώθη.
532

Εὐφραίνου
ἐπʼ αὐτῇ,
οὐρανέ,
καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν
ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.

Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς

λίθον
ὡς μύλινον μέγαν,
καὶ ἔβαλεν εἰς
τὴν θάλασσαν
λέγων Οὕτως
ὁρμήματι βληθήσεται
Βαβυλὼν ἡ μεγάλη
πόλις,
καὶ οὐ μὴ εὑρεθῆ ἔτι.

καὶ φωνὴ
κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ
ἐν
σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης [πάσης τέχνης] οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,

καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι [οἱ]
ἔμποροί
σου ἦσαν
οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι
ἐν τῇ φαρμακίᾳ σου
ἐπλανήθησαν πάντα τὰ ἔθνη,

καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ

πάντων τῶν ἐσφαγμένων
ἐπὶ
τῆς γῆς.

Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων

Ἁλληλουιά·
ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν,

ὅτι

ἀληθιναὶ
καὶ
δίκαιαι αἱ κρίσεις αὐτοῦ·
ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ
ἐξεδίκησεν τὸ αἷμα τῶν δουλων
αὐτοῦ
ἐκ χειρὸς
αὐτῆς. καὶ δεύτερον εἴρηκαν
Ἁλληλουιά·

καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.

καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ

καθημένῳ ἐπὶ, τῷ θρόνῳ
λέγοντες Ἀμήν,
Ἁλληλουιά.

καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα

  1. Αἰνεῖτε
τῷ θεῷ ἡμῶν, πάντες
οἱ δοῦλοι
αὐτοῦ
οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.

Καὶ ἤκουσα

ὡς φωνὴν ὄχλου πολλοῦ
καὶ
ὡς φωνὴν ὑδάτων πολλῶν
καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων
533
Ἁλληλουιά,
ὅτι
ἐβασίλευσεν Κύριος, ὁ θεὸς
[ἡμῶν],
ὁ παντοκράτωρ.