Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.

καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

καὶ μετὰ [τὰς] τρεῖς ἡμέρας καὶ ἥμισυ

πνεῦμα ζωῆς
ἐκ τοῦ θεοῦ
εἰσῆλθεν [ἐν] αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν,
καὶ
φόβος
μέγας
ἐπέπεσεν ἐπὶ
τοὺς θεωροῦντας αὐτούς·

καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν

εἰς τὸν οὐρανὸν
ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.

Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο

σεισμὸς μέγας,
καὶ τὸ δέκατον τῆς πόλεως
ἔπεσεν,
καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν
τῷ θεῷ τοῦ οὐρανοῦ.

Ἡ Οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ Οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγοντες Ἐγένετο

ἡ βασιλεία
τοῦ κόσμου
τοῦ κυρίου
ἡμῶν
καὶ τοῦ χριστοῦ αὐτοῦ,
καὶ
βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι [οἱ] ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,

λέγοντες Εὐχαριστοῦμέν σοι,

κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν
καὶ ὁ ἦν, ὅτι εἴληφες τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας·
521

καὶ

τὰ ἔθνη ὠργίσθησαν,
καὶ ἦλθεν
ἡ ὀργή
σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν
τοῖς δούλοις σου τοῖς προφήταις
καὶ τοῖς ἁγίοις καὶ
τοῖς φοβουμένοις
τὸ ὄνομά σου,
τοὺς μικροὺς καὶ τοὺς μεγάλους,
καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη

ἡ κιβωτὸς τῆς διαθήκης
αὐτοῦ
ἐν τῷ ναῷ
αὐτοῦ· καὶ ἐγένοντο
ἀστραπαὶ
καὶ
φωναὶ καὶ βρονταὶ
καὶ σεισμὸς καὶ
χάλαζα μεγάλη.

Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα·

καὶ

κράζει ὠδίνουσα καὶ
βασανιζομένη τεκεῖν.

καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρρός, ἔχων κεφαλὰς ἑπτὰ καὶ

κέρατα δέκα
καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,

καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον

τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν
αὐτοὺς
εἰς τὴν γῆν.
καὶ ὁ δράκων ἔστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ·

καὶ

ἔτεκεν
υἱόν,
ἄρσεν,
ὃς μέλλει
ποιμαίνειν
πάντα
τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ·
καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.

καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ

Μιχαὴλ
καὶ οἱ ἄγγελοι αὐτοῦ
τοῦ πολεμῆσαι
μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,

καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ.

καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας,

ὁ ὄφις
ὁ ἀρχαῖος, ὁ καλούμενος
Διάβολος
καὶ Ὁ
522
Σατανᾶς,
ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, — ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετʼ αὐτοῦ ἐβλήθησαν.