Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη

τὸ μυστήριον τοῦ θεοῦ,
ὡς εὐηγγέλισεν
τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.

Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετʼ ἐμοῦ

519
καὶ λέγουσαν Ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.

καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι

τὸ βιβλαρίδιον. καὶ λέγει μοι
Λάβε
καὶ κατάφαγε
αὐτό, καὶ πικρανεῖ
σου τὴν κοιλίαν,
ἀλλʼ ἐν
τῷ στόματί σου
ἔσται γλυκὺ ὡς μέλι.

καὶ ἔλαβον

τὸ βιβλαρίδιον
ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου
καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ·
καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.

καὶ λέγουσίν μοι

Δεῖ σε
πάλιν
προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν
πολλοῖς.

Καὶ ἐδόθη μοι

κάλαμος
ὅμοιος ῥάβδῳ, λέγων Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.

καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη

τοῖς ἔθνεσιν,
καὶ τὴν πόλιν τὴν ἁγίαν
πατήσουσιν
μῆνας τεσσεράκοντα [καὶ] δύο.

καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένους σάκκους.

Οὗτοί· εἰσιν

αἱ δύο ἐλαῖαι
καὶ αἱ δύο
λυχνίαι
[αἱ]
ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες.

καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι,

πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος
αὐτῶν καὶ
κατεσθίει τοὺς ἐχθροὺς
αὐτῶν· καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.

οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα

μὴ ὑετὸς βρέχῃ
τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ
τῶν ὑδάτων στρέφειν
αὐτὰ
εἰς αἷμα
καὶ
πατάξαι
τὴν γῆν
ἐν πάσῃ πληγῇ
ὁσάκις ἐὰν θελήσωσιν.

καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ

θηρίον
τὸ
ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’
αὐτῶν
πόλεμον καὶ νικήσει αὐτοὺς
καὶ ἀποκτενεῖ αὐτούς.
520

καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς

Σόδομα
καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη.

καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.

καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

καὶ μετὰ [τὰς] τρεῖς ἡμέρας καὶ ἥμισυ

πνεῦμα ζωῆς
ἐκ τοῦ θεοῦ
εἰσῆλθεν [ἐν] αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν,
καὶ
φόβος
μέγας
ἐπέπεσεν ἐπὶ
τοὺς θεωροῦντας αὐτούς·

καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν

εἰς τὸν οὐρανὸν
ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.

Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο

σεισμὸς μέγας,
καὶ τὸ δέκατον τῆς πόλεως
ἔπεσεν,
καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν
τῷ θεῷ τοῦ οὐρανοῦ.

Ἡ Οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ Οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγοντες Ἐγένετο

ἡ βασιλεία
τοῦ κόσμου
τοῦ κυρίου
ἡμῶν
καὶ τοῦ χριστοῦ αὐτοῦ,
καὶ
βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.