Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν.
μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
ΙΩΑΝΗΣ ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ
ὁ ὢνκαὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ,
ὁ μάρτυς ὁ πιστός,ὁ
πρωτότοκοςτῶν νεκρῶν καὶ ὁ
ἄρχων τῶν βασιλέων τῆς γῆς.Τῷ ἀγαπῶντι ἡμᾶς καὶ
λύσαντιἡμᾶς
ἐκ τῶν αμαρτιῶν[ἡμῶν] ἐν τῷ αἵματι αὐτοῦ,
— καὶ ἐποίησεν ἡμᾶς
βασιλείαν, ἱερεῖς τῷ θεῷκαὶ πατρὶ αὐτοῦ, — αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.
Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν,καὶ
ὄψεταιαὐτὸν πᾶς
ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.ναί, ἀμήν.
Ἐγώ εἰμιτὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει
Κύριος, ὁ θεός, ὁ ὢνκαὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,
ὁ παντοκράτωρ.
Ἐγὼ Ἰωάνης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος
λεγούσης Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδελφίαν καὶ εἰς Λαοδικίαν.
Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
καὶ ἐν μέσῳ τῶν λυχνιῶν
ὅμοιον
υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρηκαὶ
περιεζωσμένονπρὸς τοῖς μαστοῖς ζώνην
χρυσᾶν·
ἡδὲ
κεφαλὴ αὐτοῦκαὶ
αἱ τρίχες λευκαὶ ὡς ἔριονλευκόν,
ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡςφλὸξ
πυρός,
καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ,ὡς ἐν καμίνῳ πεπυρωμένης,
καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς
ὁ ἥλιοςφαίνει
ἐν τῇ δυνάμει αὐτοῦ.
Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων
Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,καὶ ὁ ζῶν,
— καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, — καὶ ἔχω τὰς κλεῖς τοῦ
γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ
ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα.
τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
Τῷ ἀγγέλῳ τῷ ἐν Ἐφέσῳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν,