First Letter of Peter

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·

οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων

325
ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπʼ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.

Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.

ὡς τέκνα ὑπακοῆς, μὴ συνσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,

ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,

διότι γέγραπται [ὅτι]

Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.

καὶ εἰ

πατέρα ἐπικαλεῖσθε
τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·

εἰδότες ὅτι

οὐ
φθαρτοῖς,
ἀργυρίῳ
ἢ χρυσίῳ,
ἐλυτρώθητε
ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,

ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,

προεγνωσμένου μὲν πρὸ. καταβολῆς κόσμου,

φανερωθέντος δὲ ἐπʼ ἐσχάτου τῶν χρόνων διʼ ὑμᾶς τοὺς διʼ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.

Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,

ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου

ζῶντος θεοῦ καὶ μένοντος·

διότι

  • πᾶσα σὰρξ
    ὡς
    χόρτος,
  • καὶ πᾶσα δόξα
    αὐτῆς
    ὡς ἄνθος χόρτου·
  • ἐξηράνθη ὁ χόρτος,
  • καὶ τὸ ἄνθος ἐξέπεσεν·
  • τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.
  • τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑπόκρισιν καὶ φθόνους καὶ πάσας καταλαλιάς,

    ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,

    εἰ

    ἐγεύσασθε ὅτι χρηστὸς
    326
    ὁ κύριος.

    πρὸς ὃν προσερχόμενοι,

    λίθον
    ζῶντα, ὑπὸ ἀνθρώπων μὲν
    ἀποδεδοκιμασμένον
    παρὰ δὲ θεῷ
    ἐκλεκτὸν ἔντιμον

    καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ·