Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

  1. οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν
  2. αὐτῶν
  3. ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν
  4. ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,
  5. ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,
  6. κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.

  1. ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ
  2. Ἰσραήλ
  3. μετὰ τὰς ἡμέρας ὲκείνας, λέγει Κύριος,
  4. διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,
  5. καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς,
  6. καὶ ἔσομαι αὐτοῖς εἰς θεόν
  7. καὶ αὐτοὶ ἔσονται μοι εἰς λαόν.

  1. καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ
  2. καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων Γνῶθι
  3. τὸν κύριον,
  4. ὅτι παντες εἰδήσουσίν με
  5. ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.

  1. ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,
  2. καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

ἐν τῷ λέγειν

Καινήν
πεπαλαίωκεν τὴν πρώτην, τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.

Εἶχε μὲν οὖν [καὶ] ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.

σκηνὴ γὰρ κατεσκευάσθη· ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·

μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,