Epistle to the Hebrews
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ
εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς,
κατὰ τὴν τάξιν Μελχισεδὲκἀρχιερεὺς γενόμενος
εἰς τὸν αἰῶνα.
Οὗτος γὰρ ὁ
Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,†ὁ†
συναντήσαςἈβραὰμ
ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέωνκαὶ
εὐλογήσαςαὐτόν,
ᾧ καὶ
δεκάτην ἀπὸ πάντωνἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος Βασιλεὺς Δικαιοσύνης ἔπειτα δὲ καὶ
βασιλεὺς Σαλήμ,ὅ ἐστιν βασιλεὺς Εἰρήνης,
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει
ἱερεὺςεἰς τὸ
Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ
δεκάτην Ἀβραὰμ ἔδωκενἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευεὶ τὴν ἱερατίαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῖν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας
εὐλόγηκεν.
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
καὶ ὧδε μὲν
δεκάταςἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ καὶ Λευεὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται,
ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε
συνήντησεν αὐτῷ Μελχισεδέκ.
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευειτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία
κατὰ τὴν τάξιν Μελχισεδὲκἕτερον ἀνίστασθαι
ἱερέακαὶ οὐ
κατὰ τὴν τάξινἈαρὼν λέγεσθαι;
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
ἐφʼ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωυσῆς ἐλάλησεν.