Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,

ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·

ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ

εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,

ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς,

κατὰ τὴν τάξιν Μελχισεδὲκ
ἀρχιερεὺς γενόμενος
εἰς τὸν αἰῶνα.

Οὗτος γὰρ ὁ

Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,
†ὁ†
συναντήσας
Ἀβραὰμ
ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων
καὶ
εὐλογήσας
αὐτόν,

ᾧ καὶ

δεκάτην ἀπὸ πάντων
ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος Βασιλεὺς Δικαιοσύνης ἔπειτα δὲ καὶ
βασιλεὺς Σαλήμ,
ὅ ἐστιν βασιλεὺς Εἰρήνης,

ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει

ἱερεὺς
εἰς τὸ
470
διηνεκές.

Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ

δεκάτην Ἀβραὰμ ἔδωκεν
ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.