Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

  1. πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτού·
ἐν τῷ γὰρ
ὑποτάξαι
[αὐτῷ] τὰ
πάντα
οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ
πάντα ὑποτεταγμένα·

τὸν δὲ

βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον
βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου
δόξῃ καὶ τιμῇ ἐστεφανωμένον,
ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται

ἀδελφοὺς
αὐτοὺς καλεῖν,

λέγων

  1. Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
  2. ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·

καὶ πάλιν

  1. Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ·
καὶ πάλιν
  1. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.

ἐπεὶ οὖν

τὰ παιδία
κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστι τὸν διάβολον,

καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.

οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.

ὅθεν ὤφειλεν κατὰ πάντα

τοῖς ἀδελφοῖς
ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς
465
τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·

ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,

πιστὸν
ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ
Μωυσῆς ἐν [ὅλῳ] τῷ οἴκῳ αὐτοῦ.

πλείονος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·

πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.

καὶ

Μωυσῆς
μὲν
πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ
ὡς
θεράπων
εἰς μαρτύριον τῶν λαληθησομένων,

Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ

τὸν οἶκον αὐτοῦ·
οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος [μέχρι τέλους βεβαίαν] κατάσχωμεν.

Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον

  • Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
  • μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ,
  • κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
  • οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ
    1. καὶ εἶδον τὰ ἔργα μου