Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Εἰρήνην διώκετε
μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,

ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ,

μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ
καὶ διʼ αὐτῆς μιανθῶσιν οἱ πολλοί,

μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς

ἀπέδετο τὰ πρωτοτόκια
ἑαυτοῦ.

ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ

κεκαυμένῳ πυρὶ
καὶ
γνόφῳ
καὶ
ζόφῳ καὶ θυέλλῃ

καὶ σάλπιγγος ἤχῳ
481
καὶ φωνῇ ῥημάτων,
ἧς οἱ ἀκούσαντες παρῃτήσαντο προστεθῆναι αὐτοῖς λόγον·

οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον

Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·

καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωυσῆς εἶπεν

Ἐκφοβός εἰμι
καὶ ἔντρομος.

ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει

καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,

καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.

Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι·

οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων

Ἔτι ἅπαξ ἐγὼ σείσω
οὐ μόνον
τὴν γῆν
ἀλλὰ καὶ
τὸν οὐρανόν.

τὸ δέ

Ἔτι ἅπαξ
δηλοῖ [τὴν] τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.

Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, διʼ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους,

καὶ γὰρ ὁ

θεὸς
ἡμῶν
πῦρ καταναλίσκον.

Ἡ φιλαδελφία μενέτω.

τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.

μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.

Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.