Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

  • ἔτι γὰρ μικρὸν ὅσον ὅσον,
  • ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
  • ὁ δὲ δίκαιός [μου] ἐκ πίστεως ζήσεται,
    477
  • καὶ
    ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
  • ἡμεῖς δὲ οὐκ ἐσμὲν

    ὑποστολῆς
    εἰς ἀπώλειαν, ἀλλὰ
    πίστεως
    εἰς περιποίησιν ψυχῆς.

    Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·

    ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.

    Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.

    Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Καὶν προσήνεγκεν τῷ θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος

    ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ,
    καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.

    Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ

    οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός·
    πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται
    εὐαρεστηκέναι τῷ θεῷ,

    χωρὶς δὲ πίστεως ἀδύνατον

    εὐαρεστῆσαι,
    πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον [τῷ] θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.