Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.

Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,

φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ

πυρὸς ζῆλος ἐσθίειν
μέλλοντος
τοὺς ὑπεναντίους.

ἀθετήσας τις νόμον Μωυσέως χωρὶς οἰκτιρμῶν

ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει·

πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ

τὸ αἷμα τῆς διαθήκης
κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.

οἴδαμεν γὰρ τὸν εἰπόντα

Ἐμοὶ ἐκδίκησις,
ἐγὼ
ἀνταποδώσω·
καὶ πάλιν
Κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ.

φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.

Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,